18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ὁμηρικὴν πλάσιν, εὐλαβεῖσθαι εἰ παραβάλλοντές τινες καὶ τὸ ἐν αὐτοῖς εὔδαιμον

μαθόντες, ἐπιβουλεύσουσι. διὸ καὶ ἐπέκρυπτον ἑαυτοὺς καὶ ἐξετόπιζον καὶ πάντα

ἐποίουν δι' ὧν ἂν ἀγνοοῖντο τοῖς παραβάλλουσιν. ὅθεν καὶ τὸν Ὀδυσσέα, νυκτὸς

ἐπανεσώσαντο οἴκοι, φόβῳ ἐπιβουλῆς. ὡς ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. Ἠέρα δὲ

καὶ ἐνταῦθα, τὴν ἀορασίαν φησί. θηλυκῶς σχηματίζων κατὰ ἔθος Ἰωνικόν. (ῃερς.

18.) Ὅτι τὸ εἰσελθεῖν εἰς πόλιν, δύσεσθαι πόλιν φησί. πρὸ δὲ τούτων, καὶ πόλιν

κατέδυ Τρώων Ὀδυσσεύς. ὡς πολέμιος μέντοι ἐκεῖ. (ῃερς. 22.) Ὅτι παρθενικῇ εἰκυῖα

νεήνιδι κάλπιν ἐχούσῃ, ἡγεῖτο Ἀθηνᾶ τῷ Ὀδυσσεῖ δόμον Ἀλκινόου ἤγουν εἰς δόμον

ὡς καὶ προεδηλώθη. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ (ῃερς. 28.) ἐγώ δ' ὁδὸν ἡγεμονεύσω.

σαφέστερον δὲ τούτων τὸ, δόμον ὅν μοι κελεύεις, δείξω. (ῃερς. .) Παρθενικὴ δὲ, ἡ

παρθένος κατὰ τύπον ὡς κτητικὸν οὐ μὴν αὐτόχρημα κτητικόν. καθά που καὶ

ὀρφανικοὶ παῖδες, οἱ ὀρφανοί. Ἡ δὲ κάλπις, οὕτω φασὶ λέγεται, ὡς καλοῦσα πιεῖν.

(ῃερς. 24.) Ὅτι ἀλλοδαποῦ ξένου λόγος τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ'

ἱκάνω τηλόθεν ἐξ ἀπίης γαίης. τῷ οὔ τινα οἶδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα

νέμονται. (ῃερς. 28.) ὁ δὲ τοιοῦτον ἄνδρα ὁδηγῶν εἰς ὃν ἐκεῖνος οἶκον ζητεῖ, εἴποι ἂν

τὸ, τοιγὰρ, ἐγώ τοι ξεῖνε πάτερ δόμον ὅν μοι κελεύεις δείξω. ὥσπερ καὶ τὸ, οὗτος δή

τι ξεῖνε πάτερ δόμος ὅν μοι κελεύεις πεφραδέμεν. ἴσως δέ ποτε προσαρμόσει καὶ τὸ,

ἀλλ' ἴθι σιγῇ τοῖον, ἀντὶ τοῦ, οὕτως ὡς νῦν ἔρχῃ σιγῶν. ἢ θαυμαστικῶς ἀντὶ τοῦ

λίαν, κατὰ τὸ, τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. (ῃερς. 30.) ἐγὼ δ' ὁδόν φησιν

ἡγεμονεύσω. μὴ δέ τιν' ἀνθρώπων προτιόσσεο πρόσβλεπε μὴ δ' ἐρέεινε. (ῃερς. 31.)

καλῶς δὲ τὸ, μηδέ τιν' ἀνθρώπων. ὁ γὰρ ταῦτα παραγγελλόμενος Ὀδυσσεὺς,

ἀνθρώπους μὲν οὔ, λιμένας δὲ καὶ νῆας καὶ τοιαῦτα ὁρῶν, θαυμάσεται. εἰ δὲ καὶ

(ῃερς. 32.) κακόξενοί εἰσιν οἱ τοιοῦτοι ἄνθρωποι, προσφυῆ αὐτοῖς καὶ τὰ ἐφεξῆς. οὐ

γὰρ ξείνους οἵδε μάλ' ἀνθρώπους ἀνέχονται ἤτοι ἀνέχουσι καὶ τιμῶσιν. οὐδ'

ἀγαπαζόμενοι φιλέουσ', ὅς κ' ἄλλοθεν ἔλθοι. (ῃερς. 34.) εἰ δὲ καὶ ναυτικὸν τὸ

τοιοῦτον φῦλον, οὐκ ἀπᾷδόν ἐστιν εἰπεῖν ἐπ' αὐτοῖς καὶ τὸ, νηυσὶ θοῇσι τοίγε

πεποιθότες ὠκείῃσι, λαῖτμα μέγ' ἐκπερόωσιν, ἐπεί σφισι δῶκε θεός. τῶν, (ῃερς. 36.)

νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα. πρὸς Ὀδυσσέα δέ φησι καὶ ταῦτα ἡ Ἀθηνᾶ,

θαῤῥύνουσα ἐπὶ τῷ νόστῳ οἷα ταχυναυτούντων τῶν Φαιάκων. μᾶλλον μὲν οὖν,

Ὁμηρικῆς ταῦτα Μούσης μέθοδοι. πιθανολογούσης τὸν ἄπονον οἴκαδε τοῦ

Ὀδυσσέως πλοῦν καὶ ταχὺν ἐκ τῆς τῶν ναυτικω 1.258 τάτων Φαιάκων πομπῆς. εἰ

γὰρ καὶ πάνυ ἐκτετόπισται ἡ τῶν Φαιάκων γῆ, ὅμως οὐδέν τι τέρας οὐδ' ἀπίθανον,

ἐν μιᾷ νυκτὶ κατᾶραι τὸν Ὀδυσσέα εἰς Ἰθάκην νηῒ ταχείᾳ κατὰ πτερὸν ἠὲ νόημα. Καὶ

ὅρα ὅτι οὐχ' ὡς ἐν τῷ, ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης, ἐκ τοῦ μείζονος ἐπὶ τὸ

ἔλαττον κατέβη, οὕτω καὶ ἐνταῦθα ποιεῖ. ἀλλὰ προσθεὶς τὸ ἧττον ἤτοι τὸ πτερὸν,

ἐπήγαγε τὸ κατὰ πολὺ μεῖζον εἰς τάχος, δηλαδὴ τὸ νόημα. ὃ θείας ἐστὶ ταχυτῆτος

ἔνδειξις. διὰ δὲ τοῦ πτεροῦ, ὄρνιν πάντως δηλοῖ. καὶ αὐτὸν, ταχύτατόν τινα ὡς

εἰκὸς, καὶ ὡς εἰπεῖν, ὠκυπέτην. (ῃερς. 24.) Ταλαπείριος δὲ τίς λέγεται, προεγράφη. τὸ

δὲ ταλαπείριος καὶ τὸ τηλόθεν ἐξ ἀπίης γῆς, ἐτυμολογικῶς εἰρῆσθαι δοκεῖ. ἐκ τοῦ

τῆλε γὰρ ὡς προεῤῥέθη, καὶ ὁ ταλαπείριος. (ῃερς. 25.) ἡ δὲ Ἰλιὰς ἐδήλωσε τὴν ἀπίαν

γῆν, ἐν τῇ ˉα ῥαψῳδίᾳ. Τὸ δὲ οἳ τήνδε πόλιν νέμονται, σημείωσαι ὡς χρήσιμον εἰς

τὰς ἀγρονόμους νύμφας. οὐδὲν γὰρ ἀπεικὸς εἴπερ ἐκεῖ ἀγρόνομοι προπαροξυτόνως

νύμφαι λέγονται, ὡς οὕτω καὶ αὐταὶ νέμονται ἀγρούς. Τὸ δὲ οὐκ ἀνέχονται ξείνους

οὐδ' ἀγαπαζόμενοι φιλέουσι, περὶ τοῦ κατὰ Φαίακας ναυτικοῦ ὄχλου λέγεται, ἤγουν

τοῦ δήμου, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. εἰ γὰρ καὶ ἀγχίθεοι γεγάασιν οἱ Φαίακες, ἀλλ'

οὐ πάντων τοῦτό ἐστι τὸ σεμνόν. μόνου δὲ τοῦ βασιλικοῦ γένους. διὸ καὶ ἡ μυθικὴ

νεάνις ἡ τοῦ ∆ιὸς Ἀθηνᾶ, ἐνταῦθα τῷ Ὀδυσσεῖ ἀστείως λέγει ὅτι Ἀλκίνοος πατρός

μοι ἀμύμονος ἐγγύθι ναίει, ουμόνον διὰ τὸ εὐγενὲς καὶ βασιλικὸν, ἐπεὶ καὶ

διοτρεφέες καὶ διογενεῖς οἱ βασιλεῖς, ἀλλὰ καὶ διὰ τὸ κατὰ φιλοξενίαν ἀγχίθεον.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

293

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!