18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐόντας. ὁ δὲ Τάφιος Ἀγχίαλος, ἔδωκε, φιλέεσκε γὰρ αἰνῶς. Καὶ ὅρα τὸ βίαιον τῆς

ἀληθοῦς φιλίας. ὁ μὲν γὰρ Ἶλος, δι' εὐλάβειαν οὐκ ἔδωκε φάρμακον. ὁ δὲ Ἀγχίαλος,

διὰ φιλίαν ἔδωκε. μᾶλλον δὲ, ὁ μὲν Ἶλος μὴ εἰδὼς ἀκριβῶς οἷος ὁ ζητῶν τὸ

φάρμακον Ὀδυσσεὺς, οὐ δίδωσι. δέδιε γὰρ ἴσως, μὴ κατ' ἀνθρώπων οὐ δικαίως τῷ

φαρμάκῳ χρήσηται. ὁ δὲ Ἀγχίαλος δίδωσιν, εἰδὼς τὴν χρείαν τοῦ φίλου, ὡς

χρησομένου τῷ φαρμάκῳ εἰς κυνηγέσιον. φίλος γάρ. διὸ καὶ ἀκριβῶς οἶδε τὸν φίλον

ὡς ἑαυτόν. ὁ γὰρ φίλος, ἄλλος αὐτός. Ὅρα δὲ ὡς ὁ Μέρμερος καὶ ὁ ἐξ αὐτοῦ

Μερμερίδης καθὰ καὶ τὰ μέρμερα ἔργα, τὸ ˉε τοῦ μερίζειν ἐφύλαξαν. εἰ καὶ τὸ

μερμηρίζειν καὶ ἡ μέρμηρα καὶ τὸ ἀμερμηρεὶ ὧν καὶ ἐν τοῖς ἑξῆς ἔσται μνεία, διὰ

μέτρου ἀνάγκην τὸ ˉε τοῦ μερίζειν εἰς ˉη ἔτρεψαν. (ῃερς. 262.) Σημείωσαι δὲ ὡς εἰ

καὶ κατὰ συμβεβηκὸς ἀνδροφόνον ἦν τὸ φάρμακον, ἀλλ' Ὀδυσσεὺς ὡς θηροφόνον

αὐτὸ ἐζήτει. διὸ καὶ δίδωσιν ὁ Ἀγχίαλος. προοικονομεῖ δὲ κἀνταῦθα ἕκαθεν πιθανῶς

τὰ τῆς μνηστηροφονίας ὁ ποιητής. καὶ βάπτει 1.57 τὰ τοῦ Ὀδυσσέως βέλη εἰς

φάρμακον οὐ μόνον θηριοκτόνον, ἀλλὰ τὸ αὐτὸ καὶ ἀνδροφόνον. ὡς ἂν, ἅμα

βάλλοιντο ἐν τοῖς ἑξῆς οἱ μνηστῆρες, καὶ ἐκ πρώτης βολῆς ἀγχηστῖνοι πίπτοιεν.

ἄλλως γὰρ ἁπλῶς ὁ Ὅμηρος, οὐ φαρμάττει τοὺς ὀϊστούς. καὶ δῆλον φασὶν ἐξ ὧν ἐν

Ἰλιάδι πολλοὶ ἐκ τόξου βληθέντες, ἐπέζησαν. διὰ δὲ τὴν τοιαύτην οἰκονομίαν, καὶ τὸ

τόξον τοῦ Ὀδυσσέως, ἀπόθετον ἐν τῇ Ἰθάκῃ φυλάσσει ὁ ποιητής. οἴκοι γὰρ βέλτερον

εἶναι ἵνα ἐπανελθὼν ἐκεῖνος ἔχῃ χρῆσθαι αὐτῷ. ἐν γὰρ τῇ Τροίᾳ, οὐ πάνυ ἔδει

χρᾶσθαι τόξοις, διὸ καὶ χρείαν ἐκεῖ τόξου σχὼν Ὀδυσσεὺς, τὸ τοῦ Μηριόνου ἔλαβε.

καὶ οὐδὲ πολλοὶ ἐκεῖσε ἦσαν τοξόται, ὅτι μὴ δὲ λίαν ἐκόμπαζον ἐπὶ τῇ τοξείᾳ οἱ

παλαιοί. αἰτία μέντοι τῆς ἐν Ἰθάκῃ μονῆς καὶ φυλακῆς τοῦ τόξου καθ' ἱστορίαν,

ἀλλαχοῦ παρὰ τοῦ ποιητοῦ ῥηθήσεται. ἔνθα ἐρεῖ ξένειον εἶναι αὐτὸ καὶ διὰ τοῦτο

φυλάσσεσθαι εἰς κειμήλιον κατὰ ἔθος ἀρχαῖον. Φάρμακον δὲ ἀνδροφόνον λέγει ὁ

ποιητὴς, ὡς ἄν τις εἴπῃ ἀνθρωποκτόνον. τοῦ ἀνδρὸς, ἐνταῦθα ἀντὶ ἁπλῶς ἀνθρώπου

ληφθέντος. ὥσπερ αὖ πάλιν καὶ ἐν Ἰλιάδι τὸ, γυναῖκα μαζὸν, φασί τινες μαζὸν

ἁπλῶς δηλοῦν ἀνθρώπινον, ὡς ἀπὸ μέρους τῆς γυναικός. Ἰστέον δὲ ὅτι τὸ

σημαινόμενον τοῦ ἀνδρὸς ἐξ οὗ σύγκειται ὁ ἀνδροφόνος, συντίθησι καὶ τὰ

ἀνδράποδα. δι' ὧν δοῦλοι σημαίνονται ὑποκείμενοι δεσπόταις, καὶ ὄντες αὐτοῖς

ὅπερ οἱ κατωτάτω πόδες ὅλῳ τῷ ἄνω σώματι. τοιούτῳ δὲ ἀνδρὶ συγκροτεῖται καὶ ὁ

ἀνδραποδιστής. οὗ ἐν τοῖς μάλιστα οἱ ἄπιστοι Θετταλοὶ, ὧν καὶ Ἰάσων,

ἀνδραποδίσας τὴν Μήδειαν. ὁμοία δὲ ἀνδρὸς σημασία, καὶ ἐν τῷ

ἀνδραποδοκάπηλος, ὁ καὶ σωματέμπορος καὶ μεταβολεὺς ἀνδραπόδων. πῶς δέ μοι

καὶ τὰ ὑποζύγια ἐκλήθη ἀνδράποδα ὁμοίως τοῖς δούλοις, λογοπραγείσθωσαν οἱ

σοφοὶ ὀνοματοθέται, οἷς καλῶς αὐτὸ οὐκ ἤρεσε. Τοῦ δὲ διζήμενος ἡ κίνησις, ἐν τοῖς

μετὰ ταῦτά που διευκρινηθήσεται. Ὅρα δὲ καὶ τὴν χασμῳδίαν τοῦ, ὄφρά οἱ εἴη ἰοὺς

χρίεσθαι. οὐ γὰρ κατὰ τὸ, Ἴριδι δίῃ καὶ Φρόντιδι δίῃ, σέσηρεν ἐνταῦθα ὁ

ἀναγινώσκων, ἀλλ' ὑπὲρ ἐκεῖνα καὶ ὅσα δὲ ἄλλα τοιαῦτα. καὶ ὅμως ἔχεται λόγου ἡ

τοιαύτη ὡς εἰπεῖν ἀποστίγγρωσις, ἵνα τὸ φορτικὸν καὶ ἀηδὲς πρᾶγμα καὶ ἀγλευκεὺς

ἡ τοῦ ἀνδροφόνου φαρμάκου χρῆσις, ἀηδῶς φρασθείη καὶ μὴ κατὰ κάλλους

γλυκύτητα. (ῃερς. 264.) Ὅτι νεμεσᾶν καὶ νεμεσίζεσθαι ὡς ἐπὶ πολὺ μὲν λέγεται, τὸ

δικαίως μέμφεσθαι. οἷον. Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ὁρῶν τάδε ἔργα; καὶ, νεμεσίσαιτό

κεν ἀνὴρ αἴσχεα πόλλ' ὁρόων. ἐνταῦθα δὲ ὁ Ἶλος νεμεσίζεσθαι θεὸν λέγεται, ἀντὶ

τοῦ δεδιέναι καὶ δι' ἐπιστροφῆς ἔχειν. Ἰστέον δὲ ὅτι τὲ πρωτότυπον καὶ τοῦ νεμεσῶ

καὶ τοῦ νεμεσίζω, τὸ νεμῶ περισπώμενον. οὗ διχῶς ὁ μέλλων, νεμήσω ἐξ οὗ τὸ

ἐνεμήσατο καὶ τὸ διανενεμῆσθαι, ἔτι δὲ νεμέσω. οὗ ἀναχθέντος εἰς ἐνεστῶτα,

προάγεται τὸ νεμεσίζω νεμεσίσω ἐξ οὗ ἡ νέμεσις ἀποβολῇ τοῦ ˉω. κατὰ τὸ ὑβρίζω

ὑβρίσω καὶ τὰ ὅμοια. καὶ ὅτι ὥσπερ νεμεσῶ καὶ νεμεσίζω ἐν διφορήσει, οὕτω καὶ

φλυαρῶ καὶ φλυαρίζω οὕτω γοῦν λέων ἐκφλυαρίζει τοὺς αὐτῷ ἐπιόντας ὡς ἐν τῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

65

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!