18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τε, δοκεῖ φησὶ τὴν τῶν ὅλων βοσκημάτων κτῆσιν πρόβασιν καλεῖν. (ῃερς. 81.) Ἔτι

ἰστέον καὶ ὅτι Λάμος ἢ Λαιστρυγόνος ἐπιφανοῦς ὄνομα, ἢ βασιλέως τῶν ἐκεῖ, υἱοῦ

Ποσειδῶνος. Αἰπὺ δὲ τὸ ῥηθὲν πτολίεθρον ἴσως μὲν ὡς ὑψηλὸν, ἴσως δὲ καὶ διὰ

χαλεπότητα τῶν ἐκεῖσε, οἳ οὐ μόνον ἄξενοι κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ

ἀνθρωποφάγοι φαίνονται, κατεσχηκότες τὴν περὶ Σικελίαν χώραν τῶν Λεοντίνων,

ἐν ᾗ πολὺς ὁ μύωψ. ὥστε τὰ μὲν λάσια ἡμέρας φασὶ νέμεσθαι ὡς καὶ Ὅμηρος οἶδε, τὰ

δὲ ψιλὰ νυκτός. διὸ τὸν δυνάμενον ἀγρυπνεῖν δύο ἀποφέρειν μισθούς. (ῃερς. 82.)

Τηλέπυλος δὲ ἢ ἡ μεγάλη, τῶν γὰρ τοιούτων φασὶ πολὺ διεστᾶσιν αἱ πύλαι, ἢ ἡ

ᾠκισμένη τῆλέ που. τινὲς δὲ τηλέπυλον φασὶ, τὴν μακρόπυλον οὐ τῷ διαστήματι

ἀλλὰ τῷ πλάτει τῶν πυλῶν ἢ τῷ μήκει. ἄλλοι δὲ ὡς ἀνωτέρω ὑπελαλήθη, τὴν

διασταδὸν πύλας διαφόρους ἔχουσαν οὐ πάνυ μέντοι ἀφεστηκυίας, ἀλλ' ὥστε τὴν

φωνὴν ἐξακούεσθαι τῶν εἰσελαυνόντων καὶ ἐξελαυνόντων καθ' ὁμοιότητα τοῦ,

ὅσσον τε γέγωνε βοήσας. εἰσὶ δὲ οἳ κύριον ὄνομα πόλεως τὴν τηλέπυλον ἐδέξαντο.

Ὅρα δὲ 1.369 ὡς οὐδὲν ὤνησε τὴν τῶν Λαιστρυγόνων τὸ πολιτικῶς ᾠκίσθαι ὅ ἐστι

πόλιν ἔχειν. καὶ οὕτω γὰρ ἀθέμιστοι καὶ ἄγριοι καὶ αὐτοί. (ῃερς. 85.) Τὸ δὲ ἐξήρατο

μισθοὺς, ἔχει συγκρότησιν ἑρμηνευτικὴν καὶ ἐκ τοῦ, ὅσσ' Ὀδυσσεὺς ἐμόγησε καὶ

ἤρατο. Ἄργυφα δὲ, μήλων ἐπίθετον διὰ τὴν τοῦ ἐρίου λευκότητα. τὸ μέντοι

ἀργύφεον ἐπὶ ἱματίου τίθεται. Ὁ δὲ μῆλα νομεύων καὶ ὁ βουκολέων εἴδη ποιμένος

ὡς καὶ ἀνωτέρω δεδήλωται. (ῃερς. 86.) Τὸ δὲ ἐγγὺς νυκτός τε καὶ ἤματός εἰσι

κέλευθοι, οὐ μόνον τοπικῶς φασί τινες ἀντὶ τοῦ ἐγγὺς τῆς πόλεως κεῖνται, ὡς

ἐῤῥέθη, αἱ νυκτεριναὶ καὶ ἡμεριναὶ νομαὶ διὸ καὶ οἱ νομεῖς ἀλλήλους ὡς ἐῤῥέθη

προσφθέγγονται, ἀλλὰ καὶ χρονικῶς ἐκλαμβάνονται, ὡς καιροῦ τινὸς πάνυ βραχείας

ἐκεῖ τὰς νύκτας ποιοῦντος. διὸ μηδὲ ῥᾷον δύνασθαι μέρος μέν τι τῆς νυκτὸς

ἀναπαύσασθαί τινα ἱκανῶς, μέρος δὲ βουκολῆσαι, διὰ τὸ, ἐγγὺς ἀρξαμένῃ, δηλαδὴ

τῇ νυκτὶ, καὶ τὴν τοῦ ἡλίου συντρέχειν ἀνατολὴν ὀλίγον χρόνον διατρίψαντος ὑπὸ

γῆν. ὅθεν τὸν τηνικαῦτα δυνάμενον ὀλιγοϋπνεῖν κερδαίνειν διπλᾶ. κατῆρξε δέ φασι

τῆς τοιαύτης μαθηματικῆς ἐπινοίας Κράτης, βραχείας ὑποθέμενος τὰς ἐκεῖ νύκτας

καὶ εἰπὼν εἶναι τοὺς Λαιστρυγόνας ὑπὸ τὴν κεφαλὴν τοῦ δράκοντος

κατηστερισμένην περὶ αὐτοὺς, ἣν καὶ Ἄρατος λέγει ἵσσεσθαι ᾗχιπερ ἄκραι μίσγονται

δύσιές τε καὶ ἀνατολαὶ ἀλλήλῃσιν. ὥστε φασὶ καὶ πλείω μὲν εἶναι τὴν ἡμέραν,

ὀλίγην δὲ τὴν νύκτα. οὗ τὸ ἀνάπαλιν παρὰ τοῖς Κιμμερίοις. παρ' οἷς ὁ μῦθος

πολυημέρους νύκτας πλάττεται, ὅθεν σύνεγγυς οὐσῶν ἐν Λαιστρυγονίᾳ τῶν

ἀνατολῶν ταῖς δύσεσι καὶ τῆς νυκτὸς βραχυτάτης οὔσης διὰ τὸ ἐγγὺς τετάχθαι τῆς

ἡμέρας εἰκότως φάναι τὸν ποιητὴν πλησιάζειν τὰς τῆς νυκτὸς κελεύθους ταῖς τοῦ

ἤματος. καθάπερ ἂν γένοιτό τις καιρὸς καὶ τοῦ ἀνάπαλιν, μηκυνθείσης μὲν τῆς

νυκτὸς, συσταλείσης δὲ τῆς ἡμέρας. ὅτε καὶ αἱ τῆς ἡμέρας κέλευθοι πλησιάζειν ἂν

λέγοιντο τῇ νυκτί. ὅπερ ὁ ποιητὴς ἀφῆκεν ἐξ ἀναλόγου νοεῖν μνησθεὶς θατέρου διὰ

τὸ θαυμασιώτερον, ἐν ᾧ ἔστι κερδαίνειν τὸν ὕπνον. διὸ οὐδὲ εἶπεν ὡς ἐγγὺς ἤματος

καὶ νυκτός εἰσι κέλευθοι, ἀλλὰ νυκτός τε καὶ ἤματος, ὡς ταχὺ μετὰ νύκτα τῆς

ἡμέρας διαφαινούσης. ὃ παραφράζων Ἄρατος ἔφη τό· μίσγονται δύσιες καὶ

ἀνατολαί. ταυτὸν γὰρ ἐγγὺς εἶναι νυκτὸς καὶ ἤματος ὁδοὺς, καὶ μίσγεσθαι δύσεις καὶ

ἀνατολάς. (ῃερς. 84.) Ἰστέον δὲ ὅτι τὸ, ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθοὺς

τὸν μὲν δηλαδὴ νυκτὸς τὸν δὲ ἡμέρας ἁρμόζει καὶ ἐπὶ τεχνιτῶν οἳ καί τι τῆς νυκτὸς

τοῖς ἔργοις ἀπομερίζονται. (ῃερς. 87.) Ὅτι ἐκφράζων δι' ὀλίγων τὸν ἐν τῇ

Λαιστρυγονίᾳ λιμένα φησίν· ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν περὶ πέτρη ἠλίβατος

τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν, ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν ἐν

στόματι προὔχουσιν, (ῃερς. 90.) ἀραιὴ δ' εἴσοδός ἐστιν. ὅ ἐστι λεπτή. στενή. ὃ καὶ

δασύνουσι οἱ παλαιοὶ πρὸς διαστολὴν τοῦ ἁπλῶς ἀραιοῦ. τοῦτο δὲ παρεφράσθη, ἐκ

τοῦ, λεπτὴ δ' εἰσίθμη. ὃ ἐπὶ τοῦ Φαιακικοῦ ἐῤῥέθη λιμένος. Ἐν οἷς σημείωσαι καὶ ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

420

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!