18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ταχὺ κορεννύμενοι τοῦ σφοδρῶς γοᾶσθαι, εἶτα διαλιπόντες, ἀναλαμβάνομεν αὖθις

γόον. ὡς ἐδήλωσε καὶ τὸ, ἄλλοτε μὲν γόῳ τέρπομαι ἄλλοτε δὲ παύομαι. οὕτω καὶ

ἐδωδῆς αἰψηρός ποτε κόρος, ὡς ἄλλοτε μὲν ἐσθιόντων ἄλλοτε δὲ παυομένων. τῷ

γὰρ κόρῳ, ἀντιπίπτει ἔνδεια, οὐ μὴν παῦσις παντελής. ἔτι δὲ, κάματός τις καὶ γόος.

τοῦ δὲ καμάτου, τάχιον ἡ φύσις κορέννυται. (ῃερς. 102.) Ὅρα δὲ ὅτι τὸ σκυθρωπὸν

τοῦτο χωρίον ἐκαλλώπισε διά τε ἐπαναφορᾶς τοῦ ἄλλοτε μὲν ἄλλοτε δέ. καὶ διὰ

παρίσων τοῦ τέρπομαι παύσομαι. καὶ, αἰψηρὸς κόρος. καὶ, κρυεροῖο γόοιο. (ῃερς.

104.) Τὸ δὲ οὐ τόσσον ὀδύρομαι, καὶ τὸ ἀχνύμενός περ, δηλωτικὰ καὶ αὐτὰ τοῦ μὴ

σβέσιν τελείαν γίνεσθαι γόου. μὴ δὲ ταχὺν οὕτω κόρον, ὡς εἰς τὸ πᾶν παύεσθαι τὸ

θρηνεῖν. ἰδοὺ γὰρ τοῦ μὲν Ὀδυσσέως, ὑπεραλγεῖ αἰὲν ἄλαστα ὁ βασιλεύς. ἐπὶ δὲ τοῖς

ἄλλοις εἰ καὶ μὴ τόσσον ὀδύρεται, ἀλλ' οὖν ἄχνυται. ὁ δὲ τόπος οὗτος, ἔχει τι καὶ

ὑπερβολῆς ἐν τῷ, τῶν πάντων, οὐ τόσσον ὀδύρομαι. οὐ γὰρ δήπου καὶ τοῦ ἀδελφοῦ

Ἀγαμέμνονος πλέον ὁ Μενέλαος ὀδύρεται τὸν Ὀδυσσέα. (ῃερς. 105.) Τὸ δὲ ἐχθαίρει,

οὐ δηλοῖ ἄρτι τὸ μισεῖ, ἀλλὰ τὸ, μισητὸν ποιεῖ. ὅπερ, ἐχθραίνειν φασὶν οἱ μεθ'

Ὅμηρον. Τὸ δὲ ἐμόγησε, δὶς ἔφη συναπτῶς διὰ τὸ τῆς λέξεως καίριον. (ῃερς. 107.) Τὸ

δὲ ᾔρατο, οὐ μόνον ἀντὶ τοῦ ὑπέμεινε καὶ ἐβάστασεν οἱ παλαιοὶ νοοῦσιν, ἀλλὰ καὶ

ἀντὶ τοῦ ἐπολέμησε, περὶ τὸν Ἄρην φασίν. εἰ δὲ εἶχε καὶ τὴν ˉεˉν πρόθεσιν, ἦν ἂν

σαφέστερον. δοκοῦν τότε ἀπὸ τοῦ ἐναίρειν γενέσθαι ἀφ' οὗ καὶ ἔναρα τὰ λάφυρα. Ἐν

δὲ τῷ, ζῴει ὅγ' ἢ τέθνηκε, λείπει σύνδεσμος. ἵνα λέγῃ ἐνδοιαστικῶς ὅτι οὐκ ἴδμεν

εἴπερ ζῇ ἢ τέθνη 1.154 κεν. ἢ καὶ ἄλλως, οὐκ ἴδμεν ἢ ζῇ ἢ τέθνηκεν. ὥσπερ

κατωτέρω ἐρεῖ. ἢ πατρὸς ἐάσει μνησθῆναι, ἢ πρῶτα ἐξερέοιτο. Τὸ δὲ ὀδύρονται ὁ

δεῖνα καὶ ὁ Τηλέμαχος, ἐπιτυχῶς εἶπεν ὁ Μενέλαος. πίστις γὰρ αὐτῷ τοῦ λόγου, τὰ

εὐθὺς προλεχθέντα τῷ Τηλεμάχῳ δάκρυα. (ῃερς. 114.) Ὅτι δαψιλῆ δηλοῖ κλαυθμὸν

τὸ, δάκρυ δ' ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούων. μετ' ὀλίγα δὲ τὸ αὐτὸ

ἄλλως ἐρεῖ. αὐτὰρ ὃ, πυκνὸν ὑπ' ὀφρύσι δάκρυον εἶβεν. Ὅτι δὲ πολυπενθὴς ὁ χαμαὶ

βάλλων ὅ ἐστι ῥίπτων δάκρυα, καὶ ἡ Ἰλιὰς ἔδειξεν. (ῃερς. 117.) Ὅτι προσεκτικὸν ἡ

μακρὰ ἐκ πλάνης πολυπειρία τὸν Μενέλαον ἔθετο. διὸ οὐ μόνον ἡσυχῆ λαλῶν πρὸ

βραχέων ὁ Τηλέμαχος οὐ διέλαθεν αὐτὸν, ἀλλὰ καὶ νῦν ἐκεῖνος μὲν, ἐδάκρυε,

χλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖσιν ἀνασχὼν ἀμφοτέραις χερσί. Μενέλαος δὲ

νοήσας αὐτὸν, ἐβουλεύετο ἢ ἐάσει τὸν παῖδα μνησθῆναι τοῦ πατρὸς, ἢ πρῶτα

ἐρωτήσει. ἐν τοσούτῳ δὲ τῆς Ἑλένης ἐξελθούσης ὡς εὐθὺς εἰρήσεται, γίνεται ὁ

ἀναγνωρισμὸς δεξιώτερον. πορφυρὰν δὲ χλαῖναν ὁ ποιητὴς πλάττει τῷ Τηλεμάχῳ,

οἷα βασιλέως υἱῷ. ἀνέχει δὲ αὐτὴν πρὸ ὀφθαλμῶν, αἰδούμενος εἰ δακρύων φαίνοιτο

ἀνὴρ ὤν. (ῃερς. 121.) Ὅτι τὴν τῆς Ἑλένης ἔξοδον φράζων ἐνδιασκεύως, φησίν. ἐκ δ'

Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ εἰκυῖα. τῇ δ'

ἂρ Ἀδρήστηκλισίην ἐΰτυκτον ἔθηκεν. Ἀλκίππη δὲ, τάπητα φέρεν μαλακοῦ ἐρίοιο.

Φυλὼ δ' ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν Ἀλκάνδρη Πολύβοιο δάμαρ. ὃς

ἔναιεν ἐνὶ Θήβῃς Αἰγυπτίῃς. ὅθι πλείστα δόμοις ἐνὶ κτήματα κεῖται. ὃς Μενελάῳ

δῶκε δύ' ἀργυρέας ἀσαμίνθους. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. χωρίς

δ' αὖθ' Ἑλένῃ, ἄλοχος πόρε κάλλιμα δῶρα. χρυσῆν τ' ἠλακάτην, τάλαρόν θ'

ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δ' ἐπὶ χείλεα κεκράαντο. ἤγουν ἐπὶ χρυσῷ τὰ

χείλη ἀπήρπιστο καὶ τετελείωτο. ἐκ τοῦ κραιαίνω. ἢ τὰ χείλη χρυσῷ ἐκέκρατο.

τοῦτον ἡ Φυλὼ τὸν τάλαρον παρέθηκε φέρουσα, νήματος ἀσκητοῖο βεβυσμένον

αὐτὰρ ἐν αὐτῷ, ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. Καὶ ὅρα ἐν τούτοις

περιουσισμὸν Θηβαϊκῆς ὕλης τιμίας. ἧς βραχύ τι ἀποῤῥυὲν εἰς τὸν Μενέλαον,

ἔπεισεν εἰπεῖν, πολλά τε ἀγαγέσθαι καὶ ἀμφήριστον ἐν ἀνθρώποις ἐπὶ κτήμασιν

εἶναι. ὅτι δὲ πολὺς ἐν ταῖς Αἰγυπτίαις Θήβαις ὁ πλοῦτος, καὶ ἡ Ἰλιὰς ἐδήλωσεν.

(ῃερς. 123.) Ἐν δὲ τῷ περὶ τῶν δουλίδων ἐνταῦθα λόγῳ,φασὶν οἱ παλαιοὶ ὡς ἄλλαι

μὲν ἐν Ἰλιάδι θεράπαιναι τῇ Ἑλένῃ. ἄλλαι δὲ νῦν. οὐ γὰρ ἔδει φασὶ τὰς μετασχούσας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

175

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!