18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δοτῆρες ἐκτεῖνον τὸ ˉω τῆς ἀρχούσης καὶ ἐνταῦθα καθ' ὁμοιότητα τοῦ, δῶτορ ἑάων.

οἱ δέ γε μεθ' Ὅμηρον συστέλλουσι μὲν τὸ δοτήρ. τὸ δὲ δῶτορ ἐκτείνουσιν ἐν ταῖς

παραληγούσαις. (ῃερς. 326.) Τὸ δὲ ἄσβεστος γέλως, ἔχει θεραπείαν διὰ τὴν ἐν τοῖς

γελῶσι θερμότητα. (ῃερς. 329.) Τὸ δὲ οὐκ ἀρετᾷ κακὰ ἔργα κατὰ τοὺς παλαιοὺς, ἀντὶ

τοῦ οὐκ ἀρετὴν καὶ εὐσθένειαν ἄγουσιν. ἵνα γίνηται τὸ ἀρετᾶν ἐκ τῆς κατὰ ἀνδρίαν

ἀρετῆς. οὗ πρὸς σαφήνειαν ἐπῆκται καὶ τὸ, κιχάνει τοι βραδὺς ὠκύν. ὡς τοῦ ὠκέος

Ἄρεος ἀπολέσαντος τὸ κατ' ἀρετὴν εὐσθενὲς διὰ κακουργίαν. καὶ πρὸς ἔνδειξιν τοῦ

τοιούτου καθολικοῦ γνωμικοῦ ἐπήγαγε μερικὸν συνήθως τὸ, ὡς καὶ νῦν Ἥφαιστος

ἐὼν βραδὺς εἷλε τὸν ὠκύτατον Ἄρην. Τῷ δὲ ἀρετᾷ, σύστοιχον καὶ τὸ ἀρετῶσι δὲ

λαοὶ ὑπ' αὐτοῦ. δῆλον δὲ καὶ ὡς τὸ ἀρεταίνειν ἐκ τοῦ τοιούτου ἀρετᾶν παράγεται.

Ἰστέον δὲ ὡς τῶν τινες ὁμηρομαστίγων, ἔφασαν πρὸς τὸ, οὐκ ἀρετᾶ κακὰ ἔργα, ὅτι

καί τις οὐκ οἶδεν ὡς ἡ ἀρέτη οὐκ ἔστι κακία. πρὸς οὓς δίχα τῶν ἀνωτέρω ῥηθέντων

ἔστιν εἰπεῖν καὶ ὅτι τὸ λεγόμενόν ἐστιν, ὡς οὐκ ἀρετᾷ ὅ ἐστιν οὐκ εὐδαιμονίζει τινὰ

τὰ κακὰ ἔργα. ὡς καὶ τὸ, ἀρετῶσι δὲ λαοὶ, ἀντὶ τοῦ εὐδαιμόνως ζῶσιν. οὐδὲν γὰρ ἡ

εὐδαιμονία ἕτερον ἀλλ' ἢ συγκρότησις ἀρετῶν. Πρὸς δὲ τὸ κιχάνει βραδὺς ὠκὺν,

ἐτέθη καὶ παροιμία τὸ, ἔστι καὶ χωλῷ δρόμος, πρὸς ὁμοιότητα τοῦ, ἔνεστι καὶ

μύρμηκι χόλος. Ἐνταῦθα δὲ τηρητέον ὁποία τις ἡ κατὰ ἔρωτα βιαία ἰσχύς. καθ' ἣν

ἄλλα τε μυρία γέγονε θαυμάζεσθαι ἄξια, καὶ δὴ καὶ τὸ κατὰ τὸν Κροτωνιάτην

Μίλωνα. οὗ φασὶ ῥοιὰν τὴν ἐν τῇ χειρὶ ἀντίπαλος μὲν οὐδεὶς ἑλεῖν ἠδύνατο, ἡ δὲ

ἐρωμένη ῥᾷστα αὐτὴν ἐξῄρει φιλονεικοῦσα πρὸς αὐτόν. ἦν γάρ φασι τὸ μὲν σῶμα

ἰσχυρός, ἀνδρεῖος δὲ τὴν ψυχὴν οὐκ ἦν. ᾧ δὴ λόγῳ καὶ ἡ μάχλος Ἀφροδίτη, οὐ

μόνον Ἡφαίστου περιγέγονε κατ' ἔρωτα πρὸς αὐτῆς ποιουμένη τὸν οὕτω κυλλὸν,

ἀλλὰ καὶ Ἄρεα τὸν ὀβριμοεργὸν εἷλε καὶ ᾔσχυνε. (ῃερς. 332.) Τὸ δὲ χωλὸς ἐὼν,

ἑρμηνεία ἐστι τοῦ, ἐὼν βραδύς. Μοιχάγρια δὲ, τὰ ὑπὲρ ἀγρεύσεως ὅ ἐστι συλλήψεως

μοιχῶν ἐκτινύμενα. ἡ δὲ σύνθεσις αὐτοῦ ὁμοία τῷ, ζωάγρια. βοάγρια. ἀνδράγρια.

(ῃερς. 335.) Ἐν δὲ τῷ, Ἑρμεία ∆ιὸς υἱὲ διάκτορε δῶτορ ἐάων ἤτοι δοτὴρ τῶν ἀγαθῶν,

ἐριούνης γὰρ ὡς πρὸ βραχέων ἐῤῥέθη, ἔτι δὲ καὶ ἐν τῷ, ἄναξ ἑκατηβόλε Ἄπολλον,

ὅρα τὴν τῶν ἐπαίνων ἀνταπόδοσιν φραζομένην βιωτικώτερον. χρηστοὺς γὰρ

χρηστοῖς λόγοις ἀμειβόμεθα. ὡς τοὺς ἐναντίους, ἀνάπαλιν. (ῃερς. 341.) Τὸ δὲ πᾶσαί

τε θέαιναι, πρὸς ἐπίτασιν δῆθεν αἰσχύνης ἐλέχθη, ἐπεὶ ἐν τοῖς κατὰ τὸν Ἄρην

ἐκρύπτοντο αἰδοῖ αἱ θεαί, ὅθεν οὐδὲ ἦν ἡ αἰσχύνη ἐκ πολλῶν. Καινότερον δὲ

ἐσχημάτισται τὸ θέαιναι. ἀπὸ γὰρ τοῦ θεὸς, 1.302 θέαινα. καὶ οὐ κατὰ τὴν δράκαιναν

καὶ τὴν λέαιναν καὶ τὴν θεράπαιναν. οὐδὲ κατὰ τὸ, γείτονος γείταινα καὶ τέκτονος

τέκταινα. καὶ ὅσα παραδίδωσιν ἡ τοῦ Χοιροβοσκοῦ ἐξήγησις ἀλλὰ κατὰ τὸ λύκος

λύκαινα καὶ γνάθος γνάθαινα, καὶ ὅσα τοιαῦτα διείληπται ἀλλαχοῦ. ὧν πάντων

διαφέρει ἡ τρίανα, οὐχ' ὅλῃ διφθόγγῳ ἑτεροιουμένη πρὸς τὸ πρωτότυπον, ἀλλὰ

μόνῳ διχρόνῳ. ἀπέοικε δὲ αὐτῆς τῷ τῆς παραγωγῆς τρόπῳ καὶ ἡ παρὰ τῷ κωμικῷ

ἀρύταινα, ἐκ τοῦ ἀρύτω ἤγουν ἀρύω γινομένη. ἔστι δ' αὐτὴ λεκανίδος εἶδός τι, ὡς

δηλοῖ ὁ κατὰ γυναικὸς κωμικευσάμενος τὸ, ἐμπερδολεκαρύταινα. (ῃερς. 344.) Τὸ δὲ

λίσσετο αἰεὶ, ἱκετείαν δηλοῖ παράμονον. ὃ δὴ καὶ λιπαρεῖν λέγεται, ἀντὶ τοῦ λίαν

παρεῖναι. (ῃερς. 347.) Τὸ δὲ λῦσον κυριολεκτούμενον ἐπὶ τοῦ δεθέντος Ἄρεος,

πολλάκις καὶ αὐτὸ ἐνταῦθα κεῖται. οἷον. ὅπως λύσειεν Ἄρεα. καὶ λῦσον. καὶ ἐκ

δεσμοῦ λύσε. τὸ δ' αὐτὸ, καὶ ἀνιέναι λέγεται. ὡς δηλοῖ τὸ, δεσμῶν ἀνίει. Τὸ δὲ

ὑπίσχημαι, τὸ πρωτότυπόν ἐστι τοῦ ὑπισχνοῦμαι. ἐξ οὗ καὶ τὸ, ὑπίσχεται ἀνδρὶ

ἑκάστῳ. (ῃερς. 348.) Τὸ δὲ αἴσιμα πάντα ὅ ἐστι καθήκοντα καὶ δίκαια, οὐχ' ὥρισται

κατὰ ποσόν. οὐδὲ γὰρ ἐχρῆν ὁρισθῆναι, ὅτι μηδὲ ἦν εἰκὸς αὐτόθεν ἀσκέπτως εἰδέναι

τὸν Ποσειδῶνα ὅσα ἕδνα ὀφείλεται τῷ Ἡφαίστῳ, οὐ δὲ μὴν ὅσης ποινῆς τιμήσεται

τὴν τῆς Ἀφροδίτηςμοιχείαν. Τὸ δὲ δειλαί τοι δηλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι, ἀντὶ

τοῦ τῶν κακῶν καὶ αἱ ἐγγύαι κακαὶ ὥστε ἐγγυᾶσθαι. ὡς οὐ δέον ὂν οὐδὲ νῦν ἐγγύας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

343

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!