18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῶν ἡρώων χαρίσασθαι αἰχμαλώτους τῶν Τρώων συναγαγὼν ἤρετο αὐτοὺς

ὁπότερος τῶν δύο τούτων ἡρώων πρὸς κακοῦ μᾶλλον αὐτοῖς ἐγένετο, τῶν δὲ

εἰπόντων ὡς ὁ Ὀδυσσεὺς, ἐκρίθη λοιπὸν ἄριστον εἶναι τὸν πλεῖστα μάλιστα

λυπήσαντα τοὺς ἐχθρούς. καὶ εὐθὺς (ῃερς. 554.) Ὀδυσσεὺς μὲν ἔλαβε τὰ ὅπλα, Αἴας

δὲ ἀπῆλθε ξίφει πεσών. τὰ δὲ τοιαῦτα ὅπλα καὶ οὐλόμενα λέγει Ὀδυσσεὺς διὰ τὸν

τοῦ Αἴαντος θάνατον, καὶ πῆμα θεόθεν αὐτὰ τεθῆναι τοῖς Ἀργείοις φησίν, (ῃερς.

553.) εἰπὼν καὶ πρὸς τὸν Αἴαντα λόγον ἐπιπρέποντα μνησικάκῳ ἀνδρὶ, τὸ, οὐκ ἄρ'

ἔμελλες οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων. (ῃερς. 560.) ἐν τούτοις δὲ

κεῖται καὶ ἔπος δυσωπητικὸν θυμουμένου τὸ, ἀλλ' ἄγε δεῦρο ἄναξ ἵν' ἔπος καὶ μῦθον

ἀκούσῃς ἡμέτερον, δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν. ἔνθα ὅρα καὶ τὸ ἔπος καὶ

μῦθον ταυτὰ ὄντα κατὰ θέσιν παράλληλον. κεῖται δ' ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ

καὶ τὸ, (ῃερς. 564.) ἔνθα κεν ὁμῶς προσέφη κεχολωμένος ἤ κεν ἐγὼ τὸν, (ῃερς. 564.)

ἤγουν τότε δὴ ἂν ἐπέμεινα ἕως ὁ Αἴας καί τοι κεχολωμένος προσέφη ἂν ἐμὲ καθὰ

ἐγὼ αὐτὸν, ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι τόδε τι ποιήσειν. οἰκεῖον δὲ

τοῦτο εἰπεῖν, ὅτε δυνάμενός τις πεῖσαί τινα ὅμως ἀπόσχηται διά τι ἀναγκαιότερον.

ἔστι δὲ τοῦτο καὶ δεινότης Ὁμηρικὴ, δηλοῦσα ὡς ἔπλασεν ἂν λαλοῦντα τὸν Αἴαντα,

εἰ μὴ πρὸς τὰ ἐφεξῆς ἠπείγετο. Ἰστέον δὲ ὅτι Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος ἐκ τῆς

εἰρημένης κατὰ τὸν Αἴαντα περιπετείας ἐπὶ τῇ ἀποτυχίᾳ τῶν Ἀχιλλείων ὅπλων

ἔννοιαν ἀστείαν ἐπορίσατο τοιαύτην. ἀγωνιζόμενος γάρ ποτε τὸν Αἴαντα ἐν Σάμῳ

φασὶ πρὸς ἀντίτεχνον καταδεέστερον καὶ ἡττηθεὶς, συναχθομένων αὐτῷ τῶν φίλων,

ἔφη, ὡς αὐτὸς μὲν ὀλίγον φροντίζει, Αἴαντι δὲ συνάχθεται δεύτερον ἡττηθέντι.

(ῃερς. 566.) Ὅτι προθέμενος Ὅμηρος εἰπεῖν καὶ περί τινων ἐν Ἅιδου μὲν

κολαζομένων, ἄλλως δὲ ὅτε ἐβίουν εὖ ἐχόντων ὡς ἐν τρυφαῖς ὁποῖος ὁ Τιτυὸς καὶ ὁ

Τάνταλος καὶ ὁ Σίσυφος, πρό γε τέως αὐτῶν λέγει περὶ δικαστηρίου τοῦ δικαιοῦντος

τὴν ἐπ' αὐτοῖς ἐν Ἅιδου κόλασιν, οὗπερ ὁ Μίνως προκάθηται. εἶτα γράψας περὶ

Ὠρίωνος λαλεῖ καὶ περὶ τῶν ῥηθέντων ἀθλίων τριῶν ἡρώων. μεθ' οὓς περατοῖ τὸν

λόγον εἰς τὸν σκιοφανῆ Ἡρακλέα, οὐ κόλασιν ἔχοντα, ὥσπερ οὐδὲ ὁ Ὠρίων, σκιὰν

δὲ καὶ αὐτὸν ἀΐσσοντα κατὰ τοὺς ῥηθῆναι φθάσαντας. ἔστι δὲ ἃ λέγει περὶ Μίνωος

ταῦτα· ἔνθ' ἤτοι Μίνωα ἴδον ∆ιὸς ἀγλαὸν υἱὸν, χρύσεον σκῆπτρον ἔχοντα, (ῃερς.

569.) θεμιστεύοντα νεκύεσσιν, ἥμενον, ἐν οἵῳ δηλαδὴ σχήματι καὶ ζῶν ἦν. οἱ δέ μιν

ἀμφὶ δίκας εἴροντο ἄνακτα ἥμενοι ἑσταότες τε, (ῃερς. 570.) οἱ μὲν δηλονότι ὡς

συνδικασταὶ οἱ δ' ὡς κρινόμενοι, κατ' εὐρυπυλὲς Ἄϊδος δῶ, περὶ οὗ πρὸ ὀλίγων

γέγραπται, (ῃερς. 571.) οὕτω δὲ κατὰ ὅμοιον βιωτικὸν σχῆμα βλέπει Ὀδυσσεὺς καὶ

τὸν Ὠρίωνα. φησὶ γάρ· τὸν δὲ μετ' Ὠρίωνα πελώριον εἰσενόησα, θῆρας ὁμοῦ

εἰλεῦντα κατ' ἀσφοδελὸν λειμῶνα τὸν προῤῥηθέντα, τοὺς αὐτὸς κατέπεφνεν ἐν

οἰοπόλοισιν ὄρεσσι, περὶ ὧν ἐδηλώθη ἐν ἄλλοις, χερσὶν ἔχων ῥόπαλον παγχάλκεον

αἰὲν ἀαγὲς (ῃερς. 574.) ἤγουν ἄκλαστον, ἄθραυστον, μὴ ἀγνύμενον. καὶ νῦν μὲν

ἀορίστως ἔφη θῆρας ἐπὶ Ὠρίωνος τοῦ προϊστορηθέντος, μετ' ὀλίγα δὲ ὁ τοῦ

Ἡρακλέος τελαμὼν ἄρκτους ἔφαινε καὶ σύας καὶ λέοντας. ἦσαν δὲ ἐκεῖνα μὲν ὡς

ἐντετυπωμένα ζωγραφικῶς, ταῦτα δὲ κατὰ σκιάν τινα κινουμένην ἰδίᾳ

φανταστικῶς, καθὰ καὶ προγέγραπται. (ῃερς. 571.) Ὅρα δὲ ἐν τῷ, Ὠρίωνα πελώριον,

ὅτι ἐκτείνεται μὲν ἡ προπαραλήγουσα τοῦ Ὠρίωνος, οὐ συστέλλεται δὲ ἡ

παραλήγουσα, ὃ δὴ ἐπὶ Ἰξίονος καὶ Ἰάσονοςκαὶ τῶν ὁμοίων γίνεται. (ῃερς. 574.)

Σημείωσαι δὲ καὶ ὡς οὐ μόνον Ἡρακλῆς ῥοπαλοφόρος ἱστόρηται, ἀλλ' ἰδοὺ καὶ

Ὠρίων ῥοπάλῳ χρῆται κυνηγετῶν κατά τινα ὁμοιότητα τοῦ ἐν Ἰλιάδι κορυνήτου.

(ῃερς. 568.) Χρύσεον δὲ σκῆπτρον φαντασιωδῶς δέδοται καὶ τῷ Μίνωι, τὸ μὲν ὡς

δικαστῇ, τὸ δὲ ὡς θείῳ ἀνδρί. Τοῦ δὲ θεμιστεύειν πρωτότυπον τὸ θεμίσσω, ἐξ οὗ καὶ

παρὰ Παυσανίᾳ τὸ θεμισσέτω, 1.435 τουτέστι νομοθετείτω, δικαζέτω, καὶ ἡ θέμις. ἧς

γενικὴ ∆ωρικὴ θέμιστος, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη. καὶ ἀπ' αὐτῆς τὸ θεμιστεύειν. ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

495

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!