18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἔθει τὸ ˉυ, παρέσει τοῦ βῆτα, λεύσω φασίν. ἴσως δὲ, καὶ τὸ λίσσω, ἐκ τοῦ λίπτω

ἤγουν ἐπιθυμῶ γέγονεν. ἐπιθυμεῖ γάρ πως καὶ ὁ λισσόμενος περί τινος. (ῃερς. 116.)

Ὅτι Τηλέμαχος μὲν σμικρολογεῖται περὶ τὰς ἐπὶ τῷ πατρὶ ἐλπίδας οἷα μὴ

πεπειραμένος τῶν κατ' ἐκεῖνον. σκέδασις γὰρ μνηστήρων δι' ἐκείνου φαντάζεται, ὡς

μέγα καὶ τοῦτο τυγχάνον εἰ ἀνυσθείη. ὁ δὲ, ἐπανελθὼν, οὐ σκεδάσει ἀλλὰ πάντας

ἀνελεῖ. Σημείωσαι δὲ ὅτι νῦν μὲν, φαίνεται σκεδῶ καὶ σκεδάζω εἶναι ἀφ' οὗ ἡ

σκέδασις. ἑτέρωθι δὲ, κεδῶ δίχα τοῦ σίγμα. ὅθεν παράγωγον τὸ κεδαίω. οὕτω δὲ καὶ

σκίδναται καὶ κίδναται. (ῃερς. 1.) Ὅτι ἐφίστασθαι θύραις, τὸ ἁπλῶς ἐπὶ ταῖς θύραις

ἑστάναι. λέγεται δὲ πολλάκις καὶ ἐπὶ τῶν ἐπαιτούντων ἡ λέξις. ὅθεν καὶ ἐπιστάτης ὁ

ἱκέτης. ἢ προσαίτης. ὡς τὸ, οὐ σύγ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης. λέγεται

δὲ τὸ ἐφίστασθαι καὶ ἐπὶ τοῦ προΐστασθαι. ἐξ οὗ καὶ τὸ, ἔργοις ἐπιστατεῖν. καὶ παρὰ

Σοφοκλεῖ, ποίμναις ὀρείαις ἐπεστάτουν. (ῃερς. 121.) Ὅτι τὸ τῆς δεξιᾶς χειρὸς

ἅπτεσθαι ὅπερ καὶ νῦν πολλοῖς τῶν ἐθνῶν ἐπιχωριάζει, δεῖγμα φιλοφροσύνης ἦν

ἀσφαλέστατον. ὅθεν καὶ δεξιοὶ λέγονται οἱ ἀγαθοί. καὶ δεξιοῦσθαι μέχρι νῦν, τὸ

φιλοφρονεῖσθαι λέγεται. ἀμέλει ἐν τοῖς ἑξῆς τοῦ Ἀντινόου παιγνιωδῶς ἁψαμένου

τῆς τοῦ Τηλεμάχου δεξιᾶς, ἐξέσπασε τὴν χεῖρα ὁ Τηλέμαχος μετὰ θυμοῦ, μὴ

ἀνασχόμενος τὸ τίμιον παίζεσθαι. καὶ Ἀχιλλεὺς δὲ λαβὼν ἐπὶ καρπῷ χεῖρα Πριάμου

δεξιτερὴν, οὐδέν τι κακὸν τὸν πολέμιον 1.31 γέροντα διατίθεται. Νέστωρ δέ που

σχετλιάζων, ἐν πυρὶ γενέσθαι τὰς βουλὰς εὔχεται καὶ τὰς δεξιὰς αἷς ἐπεποίθεισαν

Ἕλληνες. ὡς μεγάλου κακοῦ γινομένου, ἐὰν αἱ δεξιαὶ παρορῶνται. λαιᾷ μέντοι

χειρὶ, οὐκ ἐξῆν ἅπτεσθαι ἀλλήλων τοὺς φιλομένους. διότι ἐν κακῇ μοίρᾳ οἱ παλαιοὶ

ἐτίθεντο τὰ μὴ δεξιά. ὅθεν καὶ τὰ φαῦλα συμπτώματα, λαιὰ καὶ ἐπαρίστερα ἔλεγον.

καὶ ἀμφαρίστερον, τὸ ἀμφοτέρωθεν οὐκ αἴσιον. ἀπεναντίας τῷ ἀμφιδεξίῳ. ἄλλως δὲ

ὅμως εὐφημότερον κατακιρνῶντες τὴν φαυλότητα τοῦ πράγματος χρηστότητι

κλήσεως, ἀριστερά τε ἐκάλουν τὰ λαιὰ ἐκ τοῦ ἀρίστου παρονομάζοντες αὐτά.

ὡσαύτως καὶ εὐώνυμα, διὰ τὸ ἀγαθοῦ τυχεῖν ὀνόματος. τοῦ ἀρίστου δηλαδὴ ἐξ οὗ

παρονομάζεται τὸ ἀριστερόν. καὶ ἔστι τὸ σχῆμα, εὐφημισμός. ἀγαθῇ κλήσει

περιστέλλων τὸ φαῦλον. ὥσπερ καὶ τὰς Ἐριννῦς, Εὐμενίδας διὰ τὸ εὔφημον

κατωνόμαζον, καί τοι δυσμενεῖς οὔσας. Ἰστέον δὲ καὶ ὅτι διὰ τὸ τῆς δεξιᾶς καὶ τοῦ

κατ' αὐτὴν δεξιώματος εὔφημον, καὶ διότι δεξιόθεν ὡς ἐπὶ πολὺ τοῖς ποδωτοῖς τῶν

ζώων ἡ κίνησις, καὶ οἱ παλαιοὶ μετρικοὶ τὴν ἐν τοῖς ἔπεσι πρώτην χώραν ἤγουν τὸν

πρῶτον πόδα, δεξιὰν χώραν ἔλεγον. καὶ ὅτι τῶν δεξιῶν χειρῶν ἡ συμβολὴ, ἔοικεν ἐξ

Ἑλλήνων ἐπιχωριάσαι τοῖς Λατίνοις μετὰ καὶ ἄλλων μυρίων ἐθῶν. πολλοὶ γὰρ τῶν

Ἑλλήνων οἱ μὲν ἑκόντες μετοικήσαντες εἴτουν ἀποικήσαντες, οἱ δὲ καὶ μετὰ τὴν τῆς

Ἰλίου ἅλωσιν εἰς τὰ κατὰ τὴν Ἰταλίαν διεκπεσόντες χωρία, τήν τε ἅψιν τῶν δεξιῶν

ὡς εἰκὸς διέδωκαν τοῖς ἐκεῖ, καὶ ἄλλων δὲ ἐθῶν Ἑλληνικῶν ἐκείνοις μετέδωκαν. ὧν

Ὅμηρος μέμνηται ὁ Ἕλλην σοφός. ὁποῖόν τι καὶ ἡ τῆς διαίτης ἁπλότης καὶ τὸ

προπίνειν ἀλλήλοις δεξιουμένους ἐκπώμασι. καὶ τὸ παγγύμνους νύκτωρ καθεύδειν.

καὶ τὸ ὑπὸ γυναικῶν λούεσθαι. καὶ τὸ τὰς πολλὰς τῶν γυναικῶν, μὴ ἐθέλειν

προφαίνειν τὰ πρόσωπα, ἄντα παρειάων καὶ αὐτὰς ἐχούσας λιπαρὰ κρήδεμνα. καὶ τὸ

τοὺς ἄνδρας, χλαίνας ἀμπέχεσθαι τουτέστι μανδοειδῆ περιβλήματα ῥᾴω πρὸς

ἀπέκδυσιν μᾶλλον δὲ πρὸς ἀπόθεσιν. διὸ φησί που ὅτι ἀπέθετο χλαῖναν

φοινικόεσσαν. ὁμοίως τῷ, ἀπέθετο δὲ ξίφος ὀξὺ ὤμων. ὡσαύτως Ἑλληνικὸν καὶ τὸ,

γονυπετοῦντας ἱκετεύειν εἴτε καὶ καθημένους. ὡς Ὀδυσσεὺς παρὰ Αἰόλῳ, ἐπὶ

σταθμοῖς ἐπ' οὐδοῦ ἑζόμενος. καὶ τὸ τὸν εὐρυκρείοντα δὲ, μιᾶς τινὸς πόλεως ἄρχειν

τοῖς ἄλλοις ἀφιέντα τὰς λοιπὰς, προφανῶς Ἑλληνικόν. ναὶ μὴν καὶ τὸ ἐν

δημηγορίαις πάντων καθημένων τῶν συνειλεγμένων, ἕνα τινὰ δημηγορεῖν

ἱστάμενον. καὶ τὸ τοῖς δεσπόταις συγκαθῆσθαι τοὺς θεράποντας. ἴσως δὲ καὶ τὸ τὰς

κεφαλὰς ἀκατακαλύπτους ἔχειν. οὐδαμοῦ γοῦν ὁ ποιητὴς εὕρηται οὔτε πίλου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

35

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!