18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πρὸς πιθανότητα τοῦ νομεὺς ὣς πώεσι μήλων. μετρεῖ γὰρ καὶ ὁ νομεὺς τὰ ὑπ' αὐτόν.

Πεμπάζειν δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, τὸ κατὰ πέμπε ἤγουν πέντε ἀριθμεῖν.

Αἰολικὴ δὲ λέξις τὸ πέμπε. ὅθεν καὶ πεμπάδαρχον οἱ παλαιοὶ καὶ πεμπάδα φασίν. ὅτι

δὲ ταυτὸν πεμπάζειν καὶ ἀριθμεῖν, δηλοῖ καὶ ὁ ποιητὴς εἰπὼν, ἀριθμήσει εἶτα

ἐπαγαγὼν τὸ πεμπάσεται. (ῃερς. 413.) Τὸ δὲ νομεὺς ὣς πώεσι μήλων, παραβολὴ

σύντομος. ἐπεὶ οὐκ ἐχρῆν ἐνταῦθα, παραβολικῶς ἐμπλατύνασθαι παὶ συγχέαι

σπουδαῖον διήγημα. Ὅτι δὲ ἀπὸ τοῦ πῶ τὸ κτῶμαι τὸ πῶϋ, ἐξ οὗ καὶ πηὸς ὁ ἐξ

ἀγχιστείας ἐπίκτητος συγγενής. καὶ παμπήδην ἐπίῤῥημα. καὶ παμπησία ἡ παγκτησία,

δῆλον ἐστιν ἐκ τῶν παλαιῶν καὶ αὐτό. (ῃερς. 415.) Ἰστέον δὲ καὶ ὡς ἡ Ὁμηρικὴ αὕτη

παραβολὴ, ἀφορμὴ γέγονε τῶν τινῶν μεθ' Ὅμηρον ποιητῶν, βοτὰ πόντου ὅ ἐστι

βοσκήματα τὰ κήτη εἰπεῖν. Τὸ δὲ μελέτω ὑμῖν κάρτος τε βίη τε καὶ ἑξῆς ἕως τοῦ

πειρήσεται, προτρεπτικὸν εἰς ἐπιμονὴν κατασχέσεως βιαίου τινὸς ἀνδρός. ἢ καὶ εἰς

πειθὼ σκληρυνομένου ἢ καὶ ἀκκιζομένου τινός.

(ῃερς. 417.) Ὅρα δὲ τὸ πειρήσεται, δηλοῦν ὡς οὐ διὰ κακίαν ἀλλὰ πεῖραν ὁ Πρωτεὺς

μετεβάλλετο. (ῃερς. 418.) Ἑρπετὰ δὲ, ἀπὸ μέρους τὰ ζῶα δηλοῖ. ἐν γὰρ τοῖς ἐφεξῆς

εἰς πολλὰ μορφούμενος ὁ Πρωτεὺς, ἑνὶ μόνῳ τῶν ἑρπετῶν εἰκάσθη, δράκοντι.

μεταβληθεὶς ἄλλως ἐκεῖ καὶ εἰς λέοντα καὶ εἰς πάρ 1.174 δαλιν καὶ εἰς μέγαν σῦν.

Ὅρα δὲ τὰ ἑρπετὰ ὡς καὶ τὰ ἑρπηστικὰ, οὐκ ἀπὸ τοῦ ἕρπω βαρυτόνου παρηγμένα οὗ

παράγωγον τὸ ἑρπετὸν κατὰ Ἀριστοτέλην, ἀλλ' ἀπὸ περισπωμένου ἀῤῥήτου τοῦ

ἑρπῶ. ἵνα ᾖ ὡς τελῶ τελέσω τελεστὸν, οὕτως ἑρπῶ ἑρπέσω ἑρπεστόν. καὶ ἐκδρομῇ

τοῦ σίγμα ἑρπετόν. καὶ αὖ πάλιν ὡς ποιῶ ποιήσω ποιητικὸν, οὕτω καὶ ἑρπῶ ἑρπήσω

ἑρπητικόν. καὶ ἐπενθέσει τοῦ σίγμα, ἑρπηστικόν. ὡς δὲ μυρία τῶν ῥημάτων

πολυφοροῦνται ταῖς κλίσεσι, πολλαχοῦ δεδήλωται σαφῶς. ἐτυμολογία δὲ τοῦ ἕρπειν

οὗ παράγωγον τὸ ἑρπύζειν, τὸ κατὰ τὴν ἔραν σπᾶσθαι. Θεσπιδαὲς δὲ πῦρ, τὸ κατὰ

φαντασίαν τοιοῦτον. καὶ νῦν μὲν, ὁ ποιητὴς ἀπεστένωσε τὰ ὡς ἔφη ὀλοφώϊα τοῦ

Πρωτέως. προϊὼν δὲ καὶ διαπεταννὺς τὸ νόημα καὶ τοῖς μερικοῖς διασαφῶν, λέγει ὡς

πρώτιστα λέων ἐγένετο. εἶτα δράκων. καὶ πάρδαλις. καὶ σῦς. καὶ ὕδωρ. καὶ δένδρον.

φαντασιωδῶς πάντως καὶ ταῦτα. οὐ γὰρ ἄλλως οὕτω πολυμετάβλητος ἦν ὁ

Πρωτεύς. Ἔνθα καὶ σημείωσαι σιγηθὲν τὸ ἐνταῦθα ῥηθὲν θεσπιδαὲς πῦρ. καὶ ὡς

πληθυντικῶς ἑρπετὰ ἐνταῦθα εἰπὼν, ἓν ἐκεῖ μόνον ἐκφωνεῖ τὸν δράκοντα. Ὅρα δὲ

καινοτροπίας μυθικὰς δι' ὧν οὐ μόνον κεφαλαῖς καὶ ὄμμασι καὶ χερσὶ πληθύονται

τυφῶνές τινες καὶ ὕδραι καὶ Ἄργοι καὶ Ἑκατόγχειρες ἤδη δέ που καὶ αὐτὸς Ἑρμῆς,

ἀλλὰ καὶ μεταπτώσεσι ταῖς ἀπ' ἄλλων εἰς ἄλλα σώματα. ὁποῖα παρὰ μὲν τοῖς

ὕστερον ἡ πολύμορφος Ἔμπουσα ἧς μέμνηται καὶ ὁ κωμικός. παρὰ δὲ τοῖς

παλαιωτέροις, ὁ τεράστιος Πρωτεύς. (ῃερς. 401.) Ὅτι δὲ καθάπερ οὗτος ἔχει τινὰς

θεραπείας δι' ὧν ἀνακύπτει ἀληθείας ἔμφασις, οὕτω καὶ τοῖς ἀνωτέρω ῥηθεῖσι

πλεονασμοῖς τῶν μελῶν καὶ μερῶν ὕπεστι λόγος τις ἀληθευτικὸς, μετ' ὀλίγα κατ'

ἐπιτομὴν ῥηθήσεται. νῦν δὲ πρὸς ἀμυδρὰν ἔμφασιν, μνηστέον τοιοῦδέ τινος ἀνδρὸς,

τοῦ φάγου δηλαδὴ Ἄγιδος. περὶ οὗ ἐῤῥέθη τὸ, ἑφθὸς ὁ κάλλιχθυς. νῦν ἔμβαλε τὴν

βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἄγις ὁ τῶν λοπάδων. γίνεθ' ὕδωρ καὶ πῦρ καὶ ὃ

βούλεται. Ἰστέον δὲ καὶ ὅτι τὰ κατὰ τὸν πολυειδῆ τοῦτον Πρωτέα, οἱ μὲν, ἀνάγουσι

πρὸς ἀρχεγονίαν ἀλληγορίας, σοφὴν μὲν, ἀσυμβίβαστον δ' ἄλλως πρὸς τὴν ἀνὰ

χεῖρας ὑπόθεσιν. φάμενοι, Πρωτέα τὴν πρωτόγονον εἶναι ὕλην, τὴν τῶν εἰδῶν

δεχάδα. τὴν ἐνεργείᾳ μὲν οὖσαν μηδὲν τῶν εἰδῶν. δυνάμει δὲ, τὰ πάντα. στοιχεῖα δὲ

δηλαδὴ ἃ διὰ τοῦ πυρὸς αἰνίττεται καὶ διὰ τοῦ ὕδατος καὶ διὰ τοῦ γεωχαροῦς

δράκοντος καὶ διὰ τοῦ ἀεροδρόμου ὑψιπετήλου δένδρου. καὶ οὐ στοιχεῖα μόνον,

ἀλλὰ καὶ ζῷα. καὶ ἕτερα τὰ κατὰ κόσμον. ὃν δὴ Πρωτέα, καλῶς λέγεται ἡ Εἰδοθέα

ἐκφαίνειν διὰ τῆς ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν προαγωγῆς. ἤγουν ἡ κίνησις ἡ εἰς

εἶδος θέειν αὐτὸν καὶ κινεῖσθαι μηχανωμένη. ἕτεροι δὲ φασὶ τὸν ποιητὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

198

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!