18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοῦ, (ῃερς. 516.) ἄλλον ἄλλῃ ἄειδε κεραΐζειν τὴν πόλιν. ὅπερ οὐδ' αὐτὸ ἐνταῦθα

κεῖται. οὐ γὰρ λέγει τίνες που ἐκεράϊζον, ἐνέφῃνε γοῦν ὁ ποιητὴς ἔχειν ἐκ τούτων

ὕλην πολλὴν ποιήσεως. δι' ἧς καὶ ὅλον ἂν ἀπαρτισθείη βιβλίον, ὁποῖα

ἐπραγματεύσαντο οἱ τὴν Τρωϊκὴν ἅλωσιν γράψαι πραγματευσάμενοι. ὧν καὶ ὁ

Τρυφιόδωρος. (ῃερς. 521.) ἐπὶ δὲ τοῖς ῥηθεῖσιν ἐπάγει ὁ ποιητὴς ἕνα στίχον

συμπληρωτικῷ σχήματι, τοιοῦτον. ταῦτ' ἂρ ἀοιδὸς ἄειδε περικλυτός. ἐτυμολογικὸν

τρόπον ποιήσας ἐν τῷ, ἀοιδὸς ἄειδεν. (ῃερς. 501.) Ὅτι δὲ ἀπέπλευσαν Ἕλληνες δόλῳ

ἐκ Τροίας καὶ ὡς πῦρ ἐν κλησίῃσιν ἔβαλον, καὶ τὰ κατὰ τὸν δούρειον ἵππον, καὶ ὡς

ἐπορθήθη ἡ Τροία ἐλεεινῶς τά τε ἄλλα καὶ διὰ τὸν τηνικαῦτα ἐμπρησμὸν, καὶ ὅσα δὲ

ἐπὶ τούτοις γέγονε, δηλοῖ ἐνδιασκεύως καὶ ἡ τοῦ Κοΐντου ποίησις. Σημείωσαι δὲ καὶ

(ῃερς. 500.) ὅτι τὸ ἔνθεν ἑλὼν ἄλλο πλάτος γραφῆς εἶναι δηλοῖ πρὸ τῆς ἀοιδῆς τοῦ

∆ημοδόκου. ὅπερ ὀφείλων αὐτὸς 1.313 δηλῶσαι, ὅμως παραδραμὼν αὐτὸ, ᾄδει ὅπερ

ἀπῄτησεν Ὀδυσσεὺς, ἔνθεν ἑλών. τουτέστιν ἐάσας μὲν 1.313 τἆλλα. μνησθεὶς δὲ τῶν

κατὰ τὸν δούρειον ἵππον, ἐξ ὅτου μετὰ πολλὰ τὰ φθάσαντα εἰς Τροίαν ἀνειλκύσθη.

Καταστατικὴ δὲ ἔννοια τὸ ἔνθεν ἑλὼν, ᾗ χρῶνται καὶ οἱ μεθ' Ὅμηρον ὁπηνίκα λόγου

ἀφηγηματικοῦ κατάρχονται. (ῃερς. 501.) Τὸ δὲ πῦρ βαλόντες, ἀντὶ τοῦ, πῦρ θέντες

ῥίψαντες. ταῦτα δὲ, ἀντὶ τοῦ ἐμπρήσαντες. (ῃερς. 502.) Τὸ δὲ οἱ ἀμφ' Ὀδυσσῆα,

λοχαγὸν ὑποβάλλει νοεῖν τὸν Ὀδυσσέα τοῖς ἐντὸς τοῦ δουρείου. (ῃερς. 503.) Ἀγορὰν

δὲ Τρώων λέγει τὴν ἐντὸς τῆς Ἰλίου ἄθροισιν τῶν πολιτῶν, (ῃερς. 504.) Τὸ δὲ ἐς

ἀκρόπολιν ἐρύσαντο, ἀντὶ τοῦ διὰ μηχανῆς εἵλκυσαν. ὅθεν καὶ ῥυτοὶ λίθοι οἱ μὴ

φορητοὶ ἀλλὰ ἑλκυστοί. τοιοῦτον δὲ καὶ τὸ, ἐρύσαντας ἐπ' ἄκρας. Τὴν δὲ ἀκρόπολιν,

ἄκρην πόλιν Ἰωνικώτερον ἐν Ἰλιάδι διαλύσας λέγει ὁ ποιητής. ὁποῖα καὶ ἄλλα

αὐτός τε ποιεῖ, καὶ οἱ μιμούμενοι αὐτόν. ὁποῖον καὶ τὸ, ζῷα γραψάμενος ἀντὶ τοῦ

ζωγραφήσας. καὶ ἕτερα μυρία. (ῃερς. 505.) Τὸ δὲ ὣς ὁ μὲν εἱστήκει ἢ ἑστήκει,

γράφεται γὰρ διχῶς, καταστατικῶς καὶ αὐτὸ κεῖται. οὐ μὴν κατὰ τὸ, ὣς οἱ μὲν,

ἀπέπλεον. ἐκεῖνο γὰρ καταρκτικὴ τοῦ διηγήματος ἔννοιά ἐστι. (ῃερς. 507.) Τὸ δὲ

ἄκριτα πόλλ' ἀγόρευον, ποσότητα μὲν δηλοῖ διὰ τοῦ πολλά. ποιότητα δὲ, διὰ τοῦ

ἄκριτα. οὐ γὰρ ἦν διακρῖναι οἷον ἦν τὸ κρεῖττον ἐκ τῶν πολλῶν. (ῃερς. 508.) τρία δὲ

ἦσαν τὰ πολλὰ ταῦτα, τὸ ἢ διατμῆξαι ἢ κατὰ ἄλλην γραφὴν διαπλῆξαι πελέκεσι τὸν

ἵππον ἵνα φανείη τί ἔνδον κρύπτει, (ῃερς. 509.) ἢ ῥῖψαι κατὰ πετρῶν ἑλκύσαντας ἐπί

τινος ἄκρους τοῦ τείχους, ἢ ἐάσαι εἰς ἱλαστήριόν φασι τοῖς θεοῖς. (ῃερς. 505.) Ἰστέον

δὲ ὅτι τὸ ἄκριτα πολλὰ ἀγορεύειν ταυτὸν ὂν τῷ, ἄκριτα πολλὰ μυθεῖσθαι,

διασαφητικόν ἐστι τοῦ, Θερσίτ' ἀκριτόμυθε. ἔστι γὰρ ἀκριτόμυθος, ὁ ἄκριτα

μυθούμενος ἤτοι ἀγορεύων. (ῃερς. 506.) Τὸ δὲ ἥμενοι ἀμφ' αὐτὸν, ἀντὶ τοῦ,

κύκλωθεν τοῦ ἵππου. περὶ Τρώων γὰρ ὁ λόγος. Τὸ δὲ ἥνδανε βουλὴ, δύναται καὶ κατ'

εὐθεῖαν καὶ κατὰ δοτικὴν συντάσσεσθαι. καθὰ καὶ ἐν Ἰλιάδι τὸ, ∆ιός δ' ἐτελείετο

βουλή. (ῃερς. 509.) Ἄγαλμα δὲ συνήθως τῷ ποιητῇ καὶ νῦν τὸ ἥδυσμα καὶ

ἀγαλλίαμα, καὶ ὡς ὁ ποιητὴς ἐπάγει θελκτήριον, ὡς ταυτὸν ὂν ἀγαλλιᾶσθαι εἰπεῖν

καὶ θέλγεσθαι. Μνηστέον δ' ἐνταῦθα καὶ τοῦ φαμένου τοὺς ἀστέρας, ἀγάλματα

νυκτός. οὕτω δὲ καὶ ὄρνισιν ἄγαλμα ἦεν ἂν τὰ πτερὰ οἷς πέτονται. κατὰ τὸ,

ἀγαλλόμεναι πτερύγεσσι. Τὸ δὲ θελκτήριον, ἢ συντακτέον μετὰ τοῦ θεῶν, ἢ καὶ

ἁπλῶς ῥητέον θελκτήριον. ἵνα ᾖ ἐκστατικὸν τῶν θεωμένων διὰ τὸ ἐπ' αὐτῷ θαῦμα.

οὐ γὰρ ἁπλῶς οὕτω θελκτήριον οὐδ' ἐνταῦθα τὸ εὐφραῖνον, ἀλλὰ τὸ μετά τινος

θαύματος καὶ ἐκπλήξεως. (ῃερς. 510.) Τὸ δὲ τῇ περ δὴ τελευτήσεσθαι ἔμελλεν, ἀντὶ

τοῦ ὅπου δὴ καὶ ἔμελλε στῆναι αὐτοῖς τὰ τῆς βουλῆς, κατὰ θεομηνίαν δηλαδή.

ἀγαθαὶ μὲν γὰρ αἱ πρῶται δύο βουλαὶ τὸ διατμῆξαι τὸν ἵππον καὶ τὸ κατὰ πετρῶν

βαλεῖν. ἐνίκησε δὲ κἀνταῦθα τὸ χέρειον. (ῃερς. 511.) Ἐν δὲ τῷ, αἶσα γὰρ ἦν

ἀπολέσθαι, εἰ δὲ καὶ ἀσαφῶς αὐτὸ ἔχει, οὐ γὰρ δηλοῖ τίνας αἶσα ἦν ἀπολέσθαι, ἀλλὰ

τὰ ἐφεξῆς δηλοῦσι, τὸ Τρώεσσι δηλαδὴ κῆρα φέρεσθαι, καὶ τὸ κεραϊσθῆναι τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

356

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!