18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δωδεκάβοιον. καὶ ἑκατόμβοιον ὡς καὶ ἐν τῇ Ἰλιάδι εἴρηται. ἢ διάφοροί τινες ὕλαι

πραγμάτων, δι' ὧν καὶ αὐτῶν ἐξωνοῦνται βόες τοσοί δέ τινες. Ἰστέον δὲ ὅτι καινῶς

ἐσχημάτισται τὸ ἐεικοσάβοιον. ὤφειλε γὰρ ἐεικοσίβοιον εἶναι, ὡς ἀπὸ τοῦ ἐείκοσι.

προείρηται δὲ περὶ αὐτοῦ. ἔχει δὲ πλεονασμὸν τοῦ ˉε Ἀττικῶς, ὡς πρωτοθέτου ὄντος

τοῦ εἴκοσι. τοῦτο δὲ παράγουσί τινες ἀπὸ τοῦ ἰεκάς. ἤτοι δεκὰς ἑκάς. τουτέστι

δευτέρα δεκάς. καὶ κατὰ μετάθεσιν καὶ συναίρεσιν, εἰκάς. τοῦ ἰῶτα στοιχείου τὴν

δεκάδα δηλοῦντος. ὥσπερ καὶ ἐν τῷ ἁπλῶς καὶ ἐν τῷ ἀμαζὼν, καὶ ἐν ἄλλοις, τὸ ˉα

στοιχεῖον ἀντὶ μονάδος λογίζεται. ἁπλοῦν γὰρ, τὸ ἓν πέλον. καὶ ἀμαζὼν, ἡ

μονόμαζος. (ῃερς. 434.) Ὅρα δὲ σεμνῶς ῥηθὲν τὸ, εὐνῇ δ' οὔποτ' ἔμικτο. οὗ πρὸς

ὁμοιότητα ἔφρασε μεθ' Ὅμηρον, καὶ ὁ εἰπὼν τὸ μίγνυσθαι, ἐπιπλέκεσθαι. οἷον.

Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν, ἐπεπλέκετο αὐτῇ. πρὸς διαφορὰν δὲ εἴρηται τὸ,

εὐνῇ οὔποτ' ἔμικτο. ἔστι γὰρ καὶ ἄλλως πολυτρόπως μίγνυσθαι. μίγνυται γοῦν

στρατεύματα κατὰ ἐπιπλοκὴν μάχιμον. μίγνυται ὕδατα ἐς μίαν μισγάγκειαν.

μίγνυνται ἀθληταὶ, Πινδαρικῶς εἰπεῖν, νίκαις. αἱ δὲ τῶν παλαιῶν σοφῶν

περιᾳδόμεναι συνουσίαι εἴτουν ὁμιλίαι, καὶ ὁ τοῦ ∆ιὸς ὀαριστὴς ἤγουν ὁμιλητὴς

Μίνως, μίξιν ἑτεροίαν σπουδαίαν παραλαλοῦσι. καὶ αὐτὸ δὲ τὸ εὐνῇ μίγνυσθαι,

ὁμωνυμίαν ἔχον, μίαν μὲν δηλοῖ μίξιν, τὴν παιδοποιόν. ἑτέραν δὲ ἀλλοίαν, τὴν τῶν

συγκοιμωμένων ἔγγιστα κατά τινα βίου περιπέτειαν. ταῖς δὲ σεμνῶς πεφρασμέναις

δυσὶν ἐννοίαις τῇ τοῦ εὐνῇ μίγνυσθαι καὶ τῇ τοῦ ἐπιπλέκεσθαι τῇ θεραπαίνῃ,

ἀντίκειταί πως τὸ, ἀλλήλοις ἐπανίστασθαι. σεμνῶς μὲν τῇ φράσει προενεχθὲν,

δηλοῦν δὲ φαυλοτάτην ἑτεροίαν ἔννοιαν. δῆλον δὲ ὅτι καὶ τὸ συνεῖναι καὶ ἡ

συνουσία, εἰς τοιαύτας ὁμωνυμίας σχίζεται. σύνεστι γοῦν τις, γυναικί. καὶ φίλοις δέ.

οἱ δὲ σοφοὶ, καὶ τὰς ἐν λόγοις ὁμιλίας συνουσίας φασίν. (ῃερς. 435.) Ὅτι τῷ

Τηλεμάχῳ δᾷδας αἰθομένας ἡ τροφὸς Εὐρύκλεια φέρει εἰς ὕπνον ἰόντι. ὁ δὲ, ἕζετο ἐν

λέκτρῳ. μαλακὸν δ' ἔκδυνε χιτῶνα. ὃν καὶ γραίης πυκιμήδεος ἔμβαλεν ἤτοι ἐνέθετο

χερσί. καὶ αὐτὴ μὲν, πύξασα καὶ ἀσκήσασα χιτῶνα, πασσάλῳ ἀγκρεμάσασα παρὰ

τρητοῖς λεχέεσιν, ἔβη ἐκ θαλάμοιο. θύρην δ' ἐπέρυσε κορώνη ἀργυρέη. ἐπὶ δὲ,

τούτεστιν ὕστερον καὶ ἐπὶ πᾶσι, τὴν κληῖδα ἐτάνυσεν ἱμάντι. ἅπερ ἐπέτεμεν ὁ

μεταβολεὺς γοργῶς ἐν τῷ, ἐπισπασαμένη τὴν θύραν καὶ ἐπικλείσασα. (ῃερς. 444.) Ὁ

δὲ, παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ τουτέστιν ἐξ ἐρίων σκεπάσματι, καὶ ἑξῆς.

(ῃερς. 438. σθθ.) Καὶ σημείωσαι καὶ ἐνταῦθα τὸ τοῦ ἡρωϊκοῦ βίου ἀφελές τε καὶ

ἄσκευον. δίχα γὰρ τῆς ἐπιφαινομένης ἀργυρέας κορώνης, ἰδιωτικὰ πάντα τῷ

βασιλικῷ ἥρωϊ. αἱ τοῦ κοιτῶνος δᾷδες. ἡ μόνης τῆς γραὸς προπομπὴ καὶ ὑπηρεσία. ὁ

τὸν χειτῶνα φέρων πάσσαλος. τὸ καλύπτον αὐτὸν ἐρεοῦν ἄωτον. καὶ αὐτὸς μὲν,

οὕτως εὐτελὴς τῇ σκευῇ. τὸν δὲ περὶ αὐτοῦ λόγον, κοσμεῖ παρίσοις ὁ ποιητὴς τῷ,

πτύξασα. ἀσκήσασα. ἀγκρεμάσασα. ἀγλαΐζων τῇ φράσει τὸ τοῦ πράγματος ἀφελές.

Σημείωσαι δὲ ἐνταῦθα ἐν τῷ, ἔκδυνε χιτῶνα, ὅτι εἰ μὲν χιτών ἐστι τὸ ἐπικάμισον,

γυμνὸς ἄρα κατὰ ἔθος ἀρχαῖον κοιμᾶται ὁ Τηλέμαχος. εἰ δὲ καὶ μετὰ τὴν τοῦ

χιτῶνος ἀπόδυσιν τυχὸν οὐ γυμνὸς κοιμᾶται, οὐκ ἄρα χιτῶνα νοητέον ἀεὶ τὸ

ἐπικάμισον. Γραῖα δὲ, νῦν μὲν τὸ κοινόν. ὁ δὲ μῦθος οἶδε καί τινα δαιμόνια

θαλάσσια, γραίας καλούμενα. πλάττων ἐκείνας πολιὰς ἐκ γενετῆς, εἰς αἴνιγμα

ὁποῖον καὶ τῇ πολιᾷ θαλάσσῃ ἐμφαίνεται καὶ τῷ γέροντι Νηρεῖ. κοινῆς δὲ φράσεως ἡ

γραῖα. ἡ μέντοι γραῦς, Ἀτθίδος γλώσσης ἐστί. λαμβανομένη κατὰ τὴν χρῆσιν τοῦ

κωμικοῦ, καὶ ἐπὶ ἀφροῦ ἐπιπολάζοντος χύτρᾳ ζεούσῃ. ἐν δὲ 1.75 τῷ δειπνοσοφιστῇ

κεῖται καὶ γάλακτι ἐφεστηκυῖα τοιαύτη γραῦς. (ῃερς. 440.) Τὸ δὲ πυκινομήδεος,

συγκοπὴν ἔπαθεν ἐκ τοῦ πυκινουμήδεος. οὐ γάρ ἐστιν εἰπεῖν πρὸς ἀκρίβειαν, ὡς ἐκ

τοῦ πύκα σύγκειται. Ἀσκῆσαι δὲ, τὸ ἐπιμελείας ἀξιῶσαι, παρὰ τὸ ἀκήσασθαι ἤγουν

θεραπεῦσαι, πλεονασμῷ τοῦ ˉσ. ὅθεν καὶ ἄσκησις ἡ τοῦ σώματος θεραπεία ἐν ταῖς

τροφαῖς. τοιοῦτοι γὰρ οἱ παρ' Ἕλλησιν ἀθληταί. σωμάτων ἀσκηταί. κρέασι κατὰ τὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

85

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!