18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

θυμὸν, ἀπαιτεῖ τὰς μὴ νέας παλαιοπενθεῖς εἶναι. (ῃερς. 40.) Τὸ δὲ οὐτάμενοι γενικῶς

καὶ νῦν κεῖται ἐπί τε τῶν τετρωμένων ἐπί τε τῶν βεβλημένων. οὐ γὰρ ἂν πιθανῶς

εἴποι τις ὡς τῶν μὲν οὐταμένων ἦν τις φασία, τῶν δὲ βεβλημένων οὔ. Βεβροτωμένα

δὲ τεύχεα τὰ δοκοῦντα βεβροτῶσθαι, ὅ ἐστιν αἵματι μεμολύνθαι. (ῃερς. 41.) Ἰστέον

δὲ ὅτι φάντασμα ἦν τὰ τοιαῦτα τῷ Ὀδυσσεῖ. ἐπεὶ καὶ κλῆρος ἦν Ἑλληνικὸς, τὸν ἀέρα

εἴδωλα τῶν τεθνεώτων σκιώδη καὶ ἀμενηνὰ ἐκματτόμενον καὶ ὡς οἷον ἐν

σκιαγραφίᾳ εἰκονικῇ τυποῦντα φαντάζειν οὕτω τοὺς βλέποντας, ὡς τόν τε γέροντα

τοιοῦτον εἶδος ἐναπλῦναι τῷ ἀέρι, καὶ τὸν βεβλημένον δὲ τοιαύτην θέαν ἐνθεῖναι

αὐτῷ, καὶ τοὺς λοιποὺς ὁμοίως. ὥστε ἐκεῖνο βλέπεσθαι, ὃ καὶ ζώντων προεφαίνετο

τὸν σωματικὸν δηλαδὴ χρῶτα καὶ τὰ περὶ αὐτὸν ἐπιπολάζοντα πάθη. διὸ καὶ αἱ

νεοφανεῖς νύμφαι κατὰ νυμφικὸν σχῆμα προσπίπτουσι τοῖς τοῦ ὁρῶντος ὀφθαλμοῖς.

καὶ οἱ πεσόντες νεοπενθεῖς ἐν σκυθρωπῇ καταστάσει φαίνονται, καὶ οἱ ἐν ὅπλοις

θανόντες ὅμοιοι φαντασιοῦνται, καὶ οἱ θηρῶντες ἐν κυνηγετικῷ σκιαγραφοῦνται

σχήματι, καὶ οἱ μετὰ συμμάχων πεσόντες ἀγηγερμένον ἔχουσι περὶ ἑαυτοὺς τὸ

συμμαχικὸν, ὡς ἐν τοῖς ἑξῆς δηλοῖ τὰ κατὰ τὸν Ἀγαμέμνονα, καὶ αἱ τῶν βεβλημένων

φαντασίαι μετὰ ὠτειλῶν ἐπιφαίνονται, καὶ αἱ τῶν γερόντων ῥικναὶ, καὶ αἱ τῶν

κατηφιώντων στυγναὶ, ὥσπερ δῆτα καὶ ἐν ὀνείροις. διὸ καὶ ἡ τῆς μητρὸς τοῦ

Ὀδυσσέως ψυχὴ μετ' ὀλίγα σκιᾷ ἰκέλη ἢ καὶ ὀνείρῳ ἔπτατο ὑποχωροῦσα. τοιοῦτον

δὲ καὶ τὸ, ψυχὴ ὡς ὄνειρος ἀποπταμένη πεπότηται. ὅθεν καὶ τὸν Αἴαντα, οὐδ' ἂν εἴ τι

καὶ πάθοι Ὀδυσσεὺς, μεταβαλεῖ ἐν Ἅιδου τῆς μήνιδος, ἐσχηματισμένον κατὰ τὴν

ἄνω διάθεσιν, ὅτε δηλαδὴ ἦν ἐν τοῖς ζῶσι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. τὰ δὲ ἐφεξῆς

τοῦ Ὁμήρου (ῃερς. 42.) θορύβου δηλωτικά. φησὶ γὰρ ὡς πολλοὶ περὶ βόθρον ἐφοίτων

ἄλλοθεν ἄλλος θεσπεσίῃ ἰαχῇ. (ῃερς. 43.) ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, τουτέστι

χλωροποιὸν, ὠχρότητος ποιητικὸν, ὥσπερ καὶ νωθροὶ νότοι παρ' Ἱπποκράτει οἱ

1.399 νωθροποιοί. καὶ τυφλὸν ὁ ἔρως ἤγουν τυφλοποιὸν, ἐπεὶ καὶ τυφλώττει τὸ

φιλοῦν περὶ τὸ φιλούμενον. (ῃερς. 38.) Ἰστέον δὲ ὅτι τὰ ῥηθέντα Ὁμηρικὰ ἓξ ἔπη, τὸ,

νύμφαι τ' ἠΐθεοί τε καὶ ἑξῆς ἕως τοῦ, ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, ἀθετοῦσιν οἱ παλαιοί.

οὔπω γάρ φασι καιρὸς τοῦ ἔρχεσθαι, καὶ οὐδὲ δυνατὸν τὰς ψυχὰς φέρειν σωμάτων

πληγάς. οἱ δὲ λυτικοὶ περὶ μὲν τῶν πληγῶν λαλοῦσιν ὡς ἀνωτέρω ἐγράφη. περὶ δὲ

τοῦ μήπω καιρὸν εἶναι προσιέναι τῷ βόθρῳ ψυχὰς φασὶν ὡς προανακεφαλαίωσις

ταῦτα τῶν ῥηθησομένων εἰσί. ταυτὸν δ' εἰπεῖν, δηλοῦσα προέκθεσις ὡς οὐκ ἔρχονται

νῦν ἀλλ' ὅτι ἐλεύσονται. (ῃερς. 46.) Ὅτι ἔστι καὶ ὧδε σχῆμα τὸ κατὰ τὸ σιωπώμενον

ἐν τῷ, ἐκέλευσε μῆλα δείραντας κατακῇαι πυρὶ πάντως, ὅπερ ἐπεφέροντο οἱ περὶ τὸν

Ὀδυσσέα, εἰ καὶ ὁ ποιητὴς αὐτὸ σιωπᾷ. (ῃερς. 48.) Ὅτι ξίφος ἐκφοβεῖ καὶ τοὺς νέκυας

καὶ οὐκ ἐᾷ αἵματος ἆσσον ἐλθεῖν πρὸ τοῦ Τειρεσίου. ἐφοβεῖτο δὲ οὕτω καὶ πρὸ

τούτων καὶ ἡ Κίρκη ὡς ἐν τοῖς περὶ ἐκείνης ἐφάνη. (ῃερς. 51.) Ὅτι δόξα ἦν τοῖς

Ἕλλησι τὰς τῶν ἀθάπτων ψυχὰς μὴ ἀναμίγνυσθαι ταῖς λοιπαῖς, ἀλλὰ καὶ ἐν ταῖς

νεκρικαῖς ἐπικλήσεσιν ἐπιφαίνεσθαί τε πρινὴ τῆς χοῆς γεύσασθαι, καὶ προλέγειν τι

μαντικῶς διὰ τὸ μή πω γενέσθαι τῆς λήθης ἧς καὶ πόμα φασὶν ἐν Ἅιδου εἶναι οἱ μεθ'

Ὅμηρον. Ἐλπήνωρ γοῦν ἐνταῦθα ὁ πρὸ ὀλίγωνῥηθεὶς οὗπερ ἡ ἀναλογία κατὰ τὸ

ῥηξήνωρ ἀγήνωρ Ἐλεφήνωρ Προθοήνωρ Ἀντήνωρ καὶ τὰ ὅμοια, τοιοῦτος ἐν Ἅιδου

τῷ Ὀδυσσεῖ φαίνεται. φησὶ γὰρ ἡ ποίησις οὕτω. Πρώτη δὲ ψυχὴ Ἐλπήνορος

ἦλθενἑταίρου. οὐ γάρ πω ἐτέθαπτο. σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ ἐλέλειπτο

ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. (ῃερς. 66.) καὶ μετ' ὀλίγα

γουνάζεται περὶ ἑαυτοῦ, εἰπὼν πρὸς Ὀδυσσέα, νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι οὐ

παρεόντων, καὶ ἑξῆς. (ῃερς. 70.) εἶτα καὶ μαντικῶς εἰπὼν ὅτι οἶδεν ὡς ἐνθένδε κιὼν

νῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα, κέλεται μνήσασθαι αὐτοῦ τὸν Ὀδυσσέα. μή με

γάρ φησιν ἄκλαυτον ἄθαπτον ἰὼν ὄπισθε καταλείπειν νοσφισθεὶς, μή τί τοι θεῶν

μήνιμα γένωμαι. (ῃερς. 74.) ἀλλά με κακκῇαι ἤτοι κατάκαυσον σὺν τεύχεσιν ἅσσα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

454

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!