18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Πηνελόπη αἰτία τοῦ μὴ γήμασθαι, διὰ τὸ σῶφρον. καὶ οὐ μωμητέον τὴν

σωφροσύνην, ἀλλὰ τὸν ἐπικείμενον πρὸς βίαν. οὔκουν ἡ τοῦ Ἀντινόου ἐπιχείρησις

γενναία, μή ποτε δὲ καὶ εἰς τὸ ἐναντίον λέληθεν ἑαυτῷ τὴν δικαιολογίαν

περιτρέπων ὁ Ἀντίνοος. οἷς γὰρ ἐρεθίζει τὸν Τηλέμαχον κατὰ τῆς μητρὸς, ἀνάπτει

αὐτῷ τὴν πρὸς ἐκείνην στοργήν. εἰ γὰρ καλῶς ἡ φίλανδρος μήτηρ διὰ σωφροσύνην

ὀκνεῖ τὸν γάμον, στερκτέα ἄρα. ὁ μέντοι Ἀντίνοος καὶ τοῦτο διαβαλεῖν πειρᾶται.

παραλαλῶν, ὡς οὐ διὰ σωφροσύνην ἡ Πηνελόπη διατρίβει τὸν γάμον, ἀλλὰ διὰ

τῦφον γυναικεῖον. ἐρεῖ γάρ. ὡς μέγα μὲν κλέος ἑαυτῇ ποιεῖται, σοὶ δὲ ποθὴν πολλοῦ

βιότου. Καὶ ὅρα ὅπως ἐφ' ἑκάτερα μελετᾷ ὁ ποιητής. τὸν μὲν Τηλέμαχον ποιήσας

καταφερόμενον τῶν μνηστήρων σφοδρῶς ὡς εἴρηται. τὸν δὲ Ἀντίνοον

ἀντιπαραγαγὼν, ἐναγωνιώτερον ἀπολογούμενον. οὗ περ ὁ ἀγὼν, δύο κεφαλαίων

ἀπόδειξιν ἔχει. τοῦ τὴν Πηνελόπην αἰτίαν εἶναι. καὶ τοῦ διὰ μόνην οἰκείαν εὔκλειαν

ἀναβάλλεσθαι τὸν γάμον. Σημείωσαι δὲ ὅτι Ὅμηρος μὲν καὶ οἱ καθ' Ὅμηρον,

σώφρονα ἐν ταῖς μάλιστα ἱστοροῦσι τὴν Πηνελόπην. Λυκόφρων δὲ καὶ εἴ τις ἄλλος

τοιοῦτος, κασσωρίδα τὴν καλὴν Πηνελόπην παραδιδόασι, καὶ τὸ πάντῃ ἀπίθανον,

καὶ πᾶσι τοῖς μνηστῆρσιν αὐτὴν καθυπάγουσι. καὶ ἐκ τοιαύτης ὑποθέσεως, τὸν

μυθικὸν γεννῶσι Πᾶνα. ἕτεροι δὲ σεμνότερον ληροῦντες, Ἑρμῆ συνευνάζουσι τῇ

Πηνελόπῃ, ὅθεν ὁ Πάν, ὃν καὶ κατάρξαι τῆς ὑφαντικῆς φασί τινες. ὅθεν καὶ τὸ

πανίον παρῆκται. Ἡρόδοτος δὲ ἄλλον τινὰ Πᾶνα ἱστορῶν, φησὶν ὅτι Πὰν

ἀρχαιότατος παρ' Αἰγυπτίοις, ἕτερος παρὰ τὸν ἐκ Πηνελόπης καὶ Ἑρμοῦ. (ῃερς. 85.)

Ὅτι πρὸς τὸν ἐφ' οἷς οὐ δεῖ αἰτιώμενόν τινας, εἴποιεν ἂν ἐκεῖνοι τὸ τοῦ Ἀντινόου

πρὸς Τηλέμαχον. οἷον. ὦ δεῖνα ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες ἡμέας

αἰσχύνων, ἐθέλεις δέ κε μῶμον ἀνάψαι. τίς δὲ ὁ ὑψαγόρης, προείρηται σαφῶς. Τὸ δὲ

μένος ἄσχετε, εἰρώνευται. θάρσος μὲν γὰρ, ἐνδείκνυται ὁ Τηλέμαχος. μένος δὲ,

οὔπω. Τὸ δὲ ἔειπες, ἔχει τις γράψαι καὶ ἔειπας. φησὶ γὰρ Αἴλιος ∆ιονύσιος ὅτι εἶπον

καὶ εἶπα, ἀμφότερα παρὰ Ἀττικοῖς. μᾶλλον δὲ, τὸ πρότερον. καὶ τὰ προστακτικὰ δὲ,

ἀμφοτέρως, εἰπὲ καὶ εἰπὸν. ὀξυτόνως. καὶ αἱ μετοχαί, ὁ εἰπὼν καὶ ὁ εἴπας. Ἰστέον δὲ

ὅτι καθάπερ εἶπον καὶ εἶπα, οὕτω καὶ ἤνεγκα καὶ ἤνεγκον. καὶ μᾶλλον τοῦτο. ὡς ὁ

κωμικὸς ἐν Λυσιστράτῃ. τάλαιν' ἐγώ. τὸ ῥόδιον ἤνεγκον μύρον. τοῦ δὲ ἑτέρου,

χρῆσις παρ' Εὐριπίδῃ. ἤνεγκα κἀξέσωσα. (ῃερς. 86.) Τὸ δὲ αἰσχύνων, ἀναιδῶς ἐῤῥέθη.

δηλοῦντος Ἀντινόου, ὡς οὐκ ἐπιστρέφονται τῆς αἰδοῦς οἱ κατ' αὐτόν. Τὸ δὲ ἀνάψαι,

ἢ ἀπὸ τοῦ ἅπτειν ἐξ οὗ καὶ ὁ ἥφαιστος. ἵνα λέγῃ ἐκφῆναι καὶ ἐκφλογῶσαι μῶμον

δίκην φανοῦ. ἢ ἀντὶ τοῦ προσάψαι καὶ οἱονεὶ ἐκδῆσαι. καθ' ὃν λόγον καὶ πεῖσμα

νηὸς, ἐκ πέτρας ἀνάπτεσθαι λέγεται. ἑρμηνευτικὸν δέ ἐστι τοῦ αἰσχύνων, τὸ μῶμον

ἀνάψαι. αἰσχύνει γάρ τινα ὁ μῶμον ἐκείνῳ ἀνάπτων. (ῃερς. 89.) Ὅτι διηγούμενος

ἐνταῦθα τὰ κατὰ τὴν Πηνελόπην ὁ Ἀντίνοος, λέγει. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος τάχα

δ' εἶσι τέταρτον, ἐξ οὗ παρέλκει τὸν γάμον. πάντας μέν ῥ' ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ

ἑκάστῳ ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. τοῦτο δὲ ἁρμόζει ἐπὶ παντὸς

εἰπεῖν δολίου μὲν λόγοις δὲ θέλγοντος. (ῃερς. 89. σθθ.) Τὸ δὲ τάχα δὲ εἶσι τέταρτον,

ἀντὶ τοῦ, ταχὺ ὅσον οὔπω δίεισι καὶ συμπληροῦται καὶ τὸ τέταρτον, ὡς ὁ ποιητὴς

μετ' ὀλίγα ἑρμηνεύσει. εἶτα ἐκτιθεὶς τὰ κατὰ τὸν ἱστὸν τῆς Πηνελόπης, φησίν. ἡ δὲ,

δόλον τόν δ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξε. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν,

ὕφαινε, λεπτὸν καὶ περίμετρον. πλασαμένη, χρῆναι μένειν ἡμᾶς ἐπειγομένους τὸν

αὐτῆς γάμον ἕως φᾶρος ἐκτελέσει Λαέρτῃ ἥρωϊ ταφήϊον. μή μοι φησὶ μεταμώλια

νήματα ὄληται. ἔνθα καὶ ἑρμηνεύων τὸ ταφήϊον, φησίν. ὅτε ἂν αὐτὸν μοῖρα καθέλῃ

θανάτου ὅ ἐστι καταῤῥίψῃ. ὃν θάνατον, καὶ τανηλεγέα ἐνταῦθα λέγει ὡς καὶ

ἀλλαχοῦ, πρὸς διαστολὴν τοῦ ἀδελφοῦ ὕπνου. ὁ μὲν γὰρ, ὡς οἷον εἰπεῖν,

μικρολεγής. ὡς ἐπὶ μικρὸν λέγων ὅ ἐστι κατακοιμίζων τὸν ἄνθρωπον. ὁ δὲ θάνατος,

ἐπὶ μακρὸν παρατείνει τὸ τοιοῦτον λέξασθαι. λέγει δὲ καὶ ἄλλην πρόφασιν τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

96

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!