18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

276.) ἡ δ' ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο, ἤγουν τέθνηκεν, ἁψαμένη βρόχον

αἰπὺν ἀφ' ὑψηλοῖο μελάθρου, ᾧ ἄχεϊ σχομένη, ἤγουν οἰκείαν σχοῦσα λύπην. τῷ δ'

ἄλγεα κάλλιπεν ὀπίσσω πολλὰ μάλα, ὅσσα τε μητρὸς (ῃερς. 279.) Ἐριννύες

ἐκτελέουσιν. εἶεν δ' ἂν ταῦτα οὐ τὰ ὑπ' ἄλλων ἱστορηθέντα, ἡ λεγομένη φυγὴ τῆς

πατρίδος καὶ ἡ πλάνη καὶ ἡ τύφλωσις, ἀλλ' ἡ κατάῤῥησις τῶν εἰδότων, ἡ ἐκ τῶν

πολιτῶν περιφρόνησις, ἡ τῶν προσγενῶν ἀποστροφὴ, τηκεδόνες νόσων, φόβοι ὡς

εἰκὸς νύκτεροι, τὸ δὲ μεῖζον, ἡ σύνεσις, ὅτι σύνοιδεν εἰργασμένος δεινά. τῇ δὲ τῶν

ἄλλων προσγενῶν ἀποστροφῇ συνεισακτέα καὶ ἡ τῶν ἀῤῥένων παίδων, οἳ καὶ

ἀπώλοντο ἀλληλοκτονήσαντες διὰ τὰς ἐκ τοῦ πατρὸς ἀράς. ὧν αἴτιον κατά τινας,

ὅτι παρέθεντο ἐκεῖνοι τῷ πατρὶ ἐκπώματα ἅπερ ἐκεῖνος ἀπηγορεύκει. ἤσαν δὲ ἐκεῖνα

κατὰ τὸν πεποιηκότα τὴν κυκλικὴν Θηβαΐδα πατρὸς ἑοῖο τιμήεντα γέρα, τουτέστι

τοῦ Λαΐου. ἐλύπησε γὰρ ὡς ἔοικε τὸν γέροντα οὐ μόνον ἡ τῶν τέκνων παρακοὴ,

ἀλλὰ καὶ ἡ ἀνάμνησις τοῦ πατρικοῦ φόνου. ἄλλοι δέ γε βρωμάτων τινῶν χάριν τὸν

Οἰδίπουν καταράσασθαι τοῖς τέκνοις ἱστόρησαν, λυπεῖ γάρ ποτε καὶ τράπεζα μὴ

γέρας ἔχουσα, ὁποία τις καὶ ἡ κατὰ τὸν εἰπόντα, γεραρὴ τυροῦ καὶ μέλιτος πίονος

ἀχθομένη. ∆οκεῖ δὲ ἀπορίαν ἔχειν, πῶς αἱ μὲν τῆς μητρὸς Ἐριννύες ἄλγεα τῷ

Οἰδίποδι ἐκτελέουσιν, αἱ δὲ τοῦ φονευθέντος πατρὸς, οὔ. καὶ ἔστιν εἰπεῖν, ὡς τυχὸν ὁ

Οἰδίπους ἐλύπησέ τι πλέον ἤπερ ἔδει τὴν μητέρα γνωσθέντος τοῦ κακοῦ, διὸ καὶ

μετῆλθον αὐτὸν αἱ μητρικαὶ Ἐριννύες. εἰ γὰρ διὰ μόνον τὸν ἔκθεσμον γάμον

μετέρχονται αὐτὸν, οὐκ ἂν ἀφῆκαν αὐτὸν ἔξω ποινῆς οὐδὲ διὰ τὸν πατέρα οὐχ'

ὁσίως πεφονευμένον. Σημείωσαι δ' ἐν τούτοις καὶ ὡς εἴπερ ἄλγεα πάσχων ἤνασσε

Καδμείων ὁ Οἰδίπους μέχρι τέλους, ὡς φαίνεται δοκεῖν Ὁμήρῳ, οὐκ ἄρα ἔφευγεν ἢ

ἐπλανᾶτο κατὰ τοὺς τραγικούς. εἰ δὲ καὶ ἐτύφλωσεν αὑτὸν, οὐκ ἂν αὐτὸ ἐσίγησεν ὁ

ποιητὴς, ὡς οὐδὲ τὴν ἀγχόνην τῆς Ἐπικάστης. Ἰστέον δὲ καὶ ὅτι ἀνέστρεψε τὴν τοῦ

διηγήματος ἀρχὴν Ὅμηρος μνησθεὶς πρῶτον τοῦ γάμου τῆς μητρὸς, εἶτα τοῦ φόνου

τοῦ πατρός. καὶ τοῦτο οὐχ' ἁπλῶς κοινότερον, ἀλλὰ στρυφνότερον. οὐ γὰρ ἔφη

γημαμένη τῷ υἱῷ ἐξεναρίξαντι τὸν πατέρα, ἀλλὰ γημαμένη τῷ υἱῷ. (ῃερς. 273.) ὁ δὲ,

τὸν πατέρα ἐξεναρίξας, ἔγημε, τὴν μητέρα δηλαδὴ, σιγηθεῖσαν διὰ τὸ μὴ καλὸν εἶναι

διασαφεῖσθαι τὰ αἰσχρά. (ῃερς. 270.) Ὁ δὲ Οἰδίπους καὶ Οἰδιπόδης λέγεται ποιητικῶς,

κληθεὶς οὕτω διὰ τὸ οἴδημα, ὃ ἔπαθε τρυπηθεὶς τοὺς ἀστραγάλους τῶν ποδῶν, ὅτε

βρέφος ὢν ἐξετέθη ὡς ἱστοροῦσιν οἱ τραγικοί. ὅτι δὲ ἄλλως καὶ ἄλλως τὰ κατὰ τὸν

Οἰδίποδα καὶ τὸν Λάϊον λέγεται, δῆλον μὲν ἐξ ἄλλων, οὐχήκιστα δὲ καὶ ἐκ τοῦ

ἱστορήσαντος ὅτι Σφὶγξ γυνή τις ἦν εἰδεχθὴς περί που Βοιωτίαν, λῃστρικὴ καὶ

φονία, ὡς Παλαιφάτῳ δοκεῖ. Οἰδίπους δὲ ἀνεῖλεν αὐτὴν, προσποιησάμενος φιλίαν

καὶ συμμαχίαν. ὅθεν ἐτιμήθη ἄγαν ὑπὸ Θηβαίων. ἐφ' οἷς φθονήσας Λάϊος ἐπέξεισι

καὶ θνήσκει ἐν τῇ μάχῃ, καὶ τότε ἡ μήτηρ λαμβάνει αὐτόν. ὡς δὲ ἔγνω ἀπο 1.414

βάντα τὸν πάλαι τῷ Λαΐῳ δεδομένον χρησμὸν, ἐξετύφλωσεν ἑαυτόν. Ὅτι δὲ κατὰ

τὴν εἰρημένην Σφίγγα κακὴ τὸ εἶδος ἦν καὶ ἡ Μέδουσα μία τῶν Γοργόνων, καὶ ἐν

τοῖς τοῦ Πινδάρου δηλοῦται. δοκεῖ δὲ τοιαύτη καὶ ἡ Ἑκάτη εἶναι, καθὰ καὶ ἡ

Ἔμπουσα, διὸ καὶ οἱ μῦθοι φοβερὰς αὐτὰς τοῖς βλέπουσι πλάττονται. Ἔτι ἰστέον καὶ

ὅτι καθ' ὁμοιότητα τοῦ Οἰδιπόδης εὕρηται παρὰ τοῖς παλαιοῖς καὶ ἰσχιοίδης ὁ μεγάλα

ἰσχία ἔχων, οὕτω δὲ καὶ γαστροοίδης τις καλεῖται ὑπὸ Ἀττικῶν, καὶ ὠμοίδης δὲ ὁ

τοὺς ὤμους ἐξοιδηθεὶς, καὶ πεοίδης ὁ τὸ πέος ὅ ἐστι τὸ αἰδοῖον. ἐξ οὗ καὶ ὁ πειώλης

ἐπὶ κιναίδου. οὕτω δὲ καὶ χελυνοίδης ὁ μεγάλα φασὶ χείλη ἔχων. χελύνη γὰρ τὸ

χεῖλος. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ὑπ' ὀργῆς τὴν χελύνην ἐσθίων. Τὸν δὲ Οἰδιπόδην

σχηματίζων Ἡρῳδιανὸς ἔνθα λέγει περὶ τοῦ φαινόλης φαινόλου γενειόλης

γενειόλου, παραδίδωσιν ὡς ἡ γενικὴ τοῦ Οἰδίποδος μεταθέσει τῆς ˉοˉς εἰς ˉηˉς ποιεῖ

τὸ Οἰδιπόδης Οἰδιπόδου, ὅπερ ὅμοιον τῷ, τριπόδος τριπόδης καὶ ἑπτάποδος

ἑπταπόδης παρ' Ἡσιόδῳ. (ῃερς. 271.) Τὸ δὲ μέγα ἔργον ἔρεξε, σεμνῶς ῥηθὲν, τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

471

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!