18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δηλοῖ. ὃ καὶ ἀμφίκοπον λέγεται. (ῃερς. 236.) Στειλειὸν δὲ οὐδετέρως τὸ ἐνιέμενον

ξύλον εἰς τὴν θηλυκῶς λεγομένην στειλειὰν ἤγουν εἰς τὴν ὀπὴν τοῦ σιδήρου. καὶ

φυλάσσεται μέχρι τοῦ νῦν ἡ λέξις, στειλειάριον λεγομένη παρὰ τοῖς πολλοῖς. ἣν

στειλὰν ἤγουν ὀπὴν, οἱ μὲν παλαιοὶ, καὶ τρῆμα ἑρμηνεύουσι. τρητὸν δὲ μέχρι καὶ

νῦν, οἱ περὶ Λυκίαν. Τὸ δὲ περικαλλὲς, ἢ 1.210 ἁπλοϊκῶς παρέῤῥιπται, ἢ καὶ ὅτι εἰκὸς

περί που τὸ ἄκρον ἔχειν τινὰ γλυφῆς ὡραϊσμόν. (ῃερς. 236.) Τὸ δὲ ἐλάϊνον,

παρατηρήσας ἔφη. ὡς ἔθος ὂν, τοιοῦτον εἶναι. Σκέπαρνον δὲ ἐΰξοον, δύναται καὶ

κατὰ ἐνεργητικὴν σημασίαν εἶναι τὸ εὖ ξέον. ὥς που καὶ βέλος ὠκύμορον, τὸ ὠκὺ

θανατοῦν. διὸ καὶ τὴν ἐνέργειαν αὐτοῦ φράζων καὶ τὴν τοῦ πελέκεως, φησί.

πελέκκησε δ' ἄρα χαλκῷ, ξέσσε δ' ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνε. δῆλον δὲ ὡς

οἱ μεθ' Ὅμηρον διθυραμβογραφοῦντες, σκέπαρνον δριμέως φράζοντες, ἄλλως ἐπὶ

ἐρίου τίθενται ὃ σκέπει ἄρνα. (ῃερς. 244.) Τὸ δὲ πελέκκησε, διὰ μέτρον διπλάζει τὸ

κάππα. ὡς καὶ ἀλλαχοῦ τὰ ἡμιπέλεκκα. ὅτι δὲ πελεκῶ μὲν, ἐπὶ ξύλων, πελεκίζω δὲ

ἐπὶ προβάτων καὶ βοῶν καὶ ὅλως ζῴων, καθωμίληται τοῖς γραμματικοῖς. Ὅτι δὲ καὶ

ἡ πέλλα οὐ τοπικὸν ἀλλὰ τὸ σκυφοειδὲς ἀγγεῖον ὃ πυθμένα ἔχει πλατύτερον εἰς ὃ

ἤμελγον γάλα, ἐκ τοῦ πελεκῶ γέγονεν ὡς ξύλινον, οἱ παλαιοὶ δηλοῦσι. χρῆσις δὲ

αὐτῆς, καὶ ἐν τῷ, περιγλαγέας κατὰ πέλλας. ὅθεν καὶ πελλὶς καθ' ὑποκορισμόν.

Ἱππώναξ. ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτοῖς κύλιξ. ὁ παῖς γὰρ ἐμπεσὼν,

κατήραξεν. εἰ δέ τις Φοῖνιξ πελλίδα φησὶ χρυσῆν ἤτοι φιάλην, σημείωσαι τὸ,

πελλίδα χρυσῆν, χρήσιμον ὂν καὶ αὐτὸ καθὰ καὶ τὸ πίνειν ἐξ ἀργυρίδων χρυσῶν, εἰς

τὸ, ἵπποι ἐβουκολοῦντο. καὶ εἰς τὸ, νέκταρ ἐωνοχόει. καὶ εἰς τὸ, ἐχειρονόμησε

σκέλεσι. καὶ ὅσα δὲ ἄλλα τοιαῦτα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρασεσημείωται. (ῃερς.

245.) Περὶ δὲ στάθμης, ἐγράφη ἀκριβῶς ἀλλαχοῦ. ἥτις ἐνταῦθα, κανών ἐστι

τεκτονικός. ἤτοι σχοινίον μεμιλτωμένον ὡς τὰ πολλά. οὗ ἔργον, τὸ ἰθύνειν. οὐκ ἀεὶ

δὲ μιλτοῦται ἡ σχοῖνος ἀλλὰ καὶ μελαίνεται. σπάνιον δὲ ἡ λευκὴ, διὰ τὸ κατ' αὐτὴν

ἐν τοῖς ὑπολεύκοις τῶν σωμάτων ἄσημον καὶ οὐκ εὐδιάρθρωτον εἰς ἀπόρθωσιν

γνώσεως. ὅθεν καὶ παροιμία τὸ, λευκὴ στάθμη. φησὶ γὰρ Αἴλιος ∆ιονύσιος, οὕτω.

λευκὴ στάθμη, ὁ μηδὲν διακρίνων μηδὲ διαγινώσκων. περὶ ἧς καὶ ἑτέρωθι ἐγράφη.

(ῃερς. 246.) Τὸ δὲ τέρετρον ὃ δέλετρον καὶ τέλετρον ἀσιανή τις γλῶσσα φησὶ

παραφθείρουσα, ὠνοματοπεποίηται παρὰ τὸν ἦχον τὸν ἐν τῷ τρυπᾶν

ἀποτελούμενον. γίνεται δὲ ἀπὸ τοῦ τερῶ τερέσω τὸ τρυπῶ. ὃ καὶ αὐτὸ, μίμησιν ἔχει

ἤχου. καθὰ καὶ τὸ τρῶ. οὗ παράγωγον ὥσπερ τὸ τρύχω, οὕτω καὶ τὸ τρύω ἐξ οὗ καὶ

τρύμη ἡ παρὰ τῷ κωμικῷ. καὶ τρυμαλιὰ ἢ ὀπὴ τῆς βελόνης. καὶ ζυγοῦ τρυτάνη καὶ

Ἀτρυτώνη Ἀθηνᾶ. καὶ τὸ τρυπᾶν καὶ τὰ ἐξ αὐτοῦ. ἐν οἷς, καὶ ἐκτρυπῆσαι κατὰ

Παυσανίαν, τὸ μετὰ βίας ἐξελθεῖν. Αἴλιος δὲ ∆ιονύσιος, εἰστρυπᾶν καὶ ἐκτρυπᾶν

φησὶ, τὸ παρεισελθεῖν καὶ λάθρα μετὰ βίας ἐξελθεῖν. ἐκ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ

τρίβω. ὡς θλῶ θλίβω. καὶ τὸ τετραίνω, ὃ ἔργον ἐστὶ τῶν τερέτρων. φησὶ γάρ.

τέτρηνε δ' ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοις. ἔστι γὰρ τρῶ ὡς ἐῤῥέθη, ἐξ οὗ τραίνω

τὸ παράγωγον τοῦ τρανὸς καὶ τρανές. καὶ κατὰ ἀναδιπλασιασμὸν, τετραίνω. ὡς

τρέμω τρεμαίνω τετρεμαίνω. ἔοικε δὲ γίνεσθαι τὸ τρῶ, ἐκ τοῦ τείρω κατὰ συγκοπήν.

ἢ ἐκ τοῦ τορῶ. ἀπὸ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρώγειν. ὅθεν ὁ τράγος. μίμημα ὂν

καὶ αὐτὸ τοιούτου ἤχου. ἔτι δὲ, καὶ ἡ γρώνη τετρυπημένη οὖσα πέτρα καὶ ὡς οἱ

παλαιοί φασι, τρώνη τίς. εἰ δὲ καὶ τὸ τρῶσαι ὅπερ Ἰωνικῶς τὸ βλάψαι δηλοῖ,

σύστοιχον τοῖς τοιούτοις ἐρεῖ τις, οὐκ ἂν ἀπεικότως εἴποι. ἐκ δὲ τοῦ τορῶ ἐξ οὗ καὶ

αὐτοῦ ὡς ἐῤῥέθη, δοκεῖ συγκεκόφθαι τὸ τρῶ, καὶ ὁ τορὸς λόγος καὶ ὁ τεκτονικὸς

τόρος καὶ τὸ τορεύειν καὶ ὁ τόρνος, γίνεται. ἐκεῖθεν δὲ κεκίνηται καὶ τὸ

ἀντετόρησεν. ὅπερ ἐν Ἰλιάδι κεῖται, ὡς δὲ τοῦ τείρειν αὖθις ἴδιαί τινες εἰσὶ κινήσεις,

δῆλον ἔκ τε ἄλλων, καὶ ἐκ τοῦ Τειρεσίου. ἀπὸ τοῦ τείρω γάρ τινες ἐτυμολογοῦσι καὶ

αὐτόν. καθὰ καὶ τὰ τείρεα, ὅπέρ ἐστιν ἄστρα. ἐκεῖθεν δὲ, καὶ τὰ κατ' οἴκους τέραμνα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

239

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!