18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οἷον τῇ ψυχῇ τοῦ ἀκροατοῦ, διὰ τοῦ εἰπεῖν τι διεξοδικώτερον περὶ αὐτοῦ ἰδικῶς.

ὅπερ ἐποίησε καὶ ἐπὶ Νέστορος ἐν Ἰλιάδι. καὶ ἐπὶ Κάλχαντος. καὶ ἐπὶ ἄλλων. καὶ

ἐνταῦθα δὲ λέγει τὰ κατὰ τὴν δούλην Εὐρύκλειαν, καθάπερ κατωτέρω ῥηθήσεται.

καὶ αὐτὴ γὰρ χρησιμωτάτη ἐν τῷ βιβλίῳ τούτῳ ἔσται τῷ ποιητῇ. διὰ τὴν αὐτὴν δὲ

αἰτίαν γενεαλογήσει ἀλλαχοῦ καὶ τὸν δοῦλον Εὔμαιον. ἐρεῖ δέ τι ὁμοίως καὶ ἐν τῇ

ˉβ ῥαψῳδίᾳ διὰ τὸν γέροντα Αἰγύπτιον. Ὅτι ὢψ ὠπὸς ὀξυτόνως ὁ ὀφθαλμός. Ὢψ δὲ

κύριον Ὦπος,βαρυτόνως. διὰ τὸ πρὸς τὸν ὀφθαλμὸν ἀσυνέμπτωτον, ἤγουν πρὸς

ἀντιδιαστολὴν τοῦ ὀφθαλμοῦ. οἷον. Εὐρύκλει' Ὦπος θυγάτηρ. (ῃερς. 434.) Ὅτι τὴν

Εὐρύκλειαν πρωθήβην ἔτι οὖσαν, ὁ Λαέρτης ἐπρίατο. ἐεικοσάβοια δ' ἔδωκεν. ἶσα δέ

μιν κεδνῇ ἀλόχῳ ἐτίμα ἐν μεγάροισιν. εὐνῇ δ' οὔποτ' ἔμικτο, τὸν τῆς γυναικὸς

φυλασσόμενος χόλον. ὡς εἰ μὴ τοῦτο ἦν, τάχα καὶ αὐτὸ ἐποίησεν ἄν. Ἰστέον δὲ ὅτι

Ὁμήρου εἰπόντος, χόλον δ' ἀλέεινε γυναικὸς, φασὶν οἱ παλαιοὶ τὸν δˉε σύνδεσμον

ἐνταῦθα αἰτιολογικῶς κείμενον, ἰσοδυναμεῖν τῷ γˉαρ. οἳ καὶ ἀντὶ τοῦ καˉι νοοῦσιν

αὐτὸν ἐν τῷ, εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ. ἀντὶ τοῦ, καὶ ἐγέννησε

σε θεά. λαμβάνεται δέ φασι καὶ ἀντὶ τῆς εˉις ἐν τῷ, οἶκονδε φίλην ἐς πατρίδα γαῖαν.

οἱ δ' αὐτοὶ καὶ περὶ τοῦ δˉη συνδέσμου φασὶν ὅτι μετάβασίν τε σημαίνει, καὶ τὸν

καˉι σύνδεσμον, καὶ παραπληροῖ. Ὅρα δὲ ἐνταῦθα ἐποχὴν ἐπιθυμίας δι' εὐλάβειαν

ἔμφρονα. ταῦτα δὲ προεκτίθεται ὁ ποιητὴς, ἵνα πιθανὸν ποιήσῃ τῆς γραὸς δούλης

περὶ τοὺς δεσπότας ἄκραν εὔνοιαν. εἰ γὰρ καὶ ἄλλως σπάνιον δοῦλος περὶ τὰ μέγιστα

καὶ ἀναγκαιότατα τοῖς δεσπόταις εὐνοῶν ἀλλὰ ἡ Εὐρύκλεια εὔνους ἂν εἴη ὡς εἰκός.

ἥτις ἐγήρασεν ἐν οἴκῳ. τιμωμένη μὲν ἄγαν ὑπὸ Λαέρτου. ὃς τύχῃ μὲν, ἐδέσποζεν

αὐτῆς. προαιρέσει δὲ, ὡς ἀλόχῳ προσεφέρετο. θρεψαμένη δὲ τὸν Λαερτιάδην

Ὀδύσσεια ἐπὶ μαζῷ οἷα παῖδα οἰκεῖον. διακειμένη δὲ φιλίως περὶ τὸν Τηλέμαχον.

ἥτις αὐτὸν μάλιστα δμωάων φιλέεσκε καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὅθεν ἡ τοιαύτη, οὐδ'

ἐν μοίρᾳ κείσεται δούλης. ἀλλ' ὅσα καὶ μήτηρ, κηδομένη ἔσται τοῦ Ὀδυσσέως καὶ

τοῦ Τηλεμάχου. καὶ τῷ τῶν μνηστήρων φόνῳ συμπράξει ὅσα δέον ἐστί. Σημείωσαι

δὲ ὅτι εἰ καὶ τοιαύτη ἐστὶν ἡ γραῦς αὐτῆς, ἀλλ' οὖν ὀψέ ποτε ἀναγωρισθήσεται καὶ

αὐτῇ ὁ Ὀδυσσεὺς, καὶ οὐδὲ ἑκών. ἔτι δὲ ὀψαίτερον αὐτῆς, Εὐμαίῳ τῷ δούλῳ ὅταν

ἤδη γένηται πρὸς τοῖς ἔργοις. οὐ γὰρ ἁπλῶς πιστευτέον μὴ ὅτι γε δούλοις, ἀλλ' οὐδὲ

ἐλευθέροις δίχα βασάνου πολλῆς καὶ ἀκριβοῦς. Σημείωσαι δὲ καὶ ὅτι οὐχ' ἁπλῶς ἡ

Εὐρύκλεια μάλιστα ἐφίλει τὸν Τηλέμαχον, ἀλλὰ μάλιστα τῶν δουλίδων. καὶ οὐ δή

που, μᾶλλον καὶ αὐτῆς τῆς μητρός. Ὅρα δ' ἐνταῦθα ὅτι Ὀδυσσεὺς μὲν καὶ πρὸ αὐτοῦ

ὁ πατὴρ Λαέρτης, γυναικὶ δούλῃ διοικονομούμενα τὰ κατὰ τὸν οἶκον ἔχουσι. τῶν τις

δὲ μεθ' Ὅμηρον παίζων ἀστείως κατὰ βίου γλίσχρου, παράγει παῖδα, οὐδὲ τὸ

φαυλότατον ἐπιτρέποντα οὐδ' αὐτῇ τῇ μητρί. ὄρνιν γάρ φασιν ἕψων Ἀνταγόρας οὐκ

ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσιν.

εἰπόντος δέ τινος 1.74 ὡς ἡ μήτηρ τηρήσει, ἔγωγ' οὖν εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν

πιστεύσω; (ῃερς. 432.) Τὸ δὲ πρωθήβην, καινότερον ἐπὶ θηλυκοῦ διὰ τοῦ ˉη δοκεῖ

ἔχειν τὴν λήγουσαν. καὶ γὰρ τὸ ἀρσενικὸν, ὁ πρωθήβης, καὶ τὴν γενικὴν ἔχει εἰς

ˉοˉυ. τὰ δὲ τοιαῦτα, εἰς ˉιˉς ἔχει τὸ θηλυκόν. οἷον ὁ δεσπότης τοῦ δεσπότου ἡ

δεσπότις. ὁ τοξότης τοῦ τοξότου ἡ τοξότις. οὕτως οὖν ὤφειλεν εἶναι καὶ ἡ πρωθῆβις.

ἔοικε δὲ ἢ ὁμοιοφωνεῖν καὶ ὁμοιογραφεῖσθαι Ἀττικῶς τῷ ἀρσενικῷ, ἢ καὶ ἄλλως

ὥσπερ ὁ εὐποίητος ἡ εὐποιήτη, ὁ ἀθάνατος ἡ ἀθανάτη, οὕτως ὁ πρώθηβος ἡ

πρωθήβη. καὶ ἡ αἰτιατικὴ τὴν πρωθήβην. τὸ δὲ πρώθηβος, ὅμοιον τῷ ἔφηβος.

ἄνηβος. ἄκρηβος παρὰ τῷ Θεοκρίτῳ. καὶ ἔξηβος παρὰ Αἰσχύλῳ. ἴσως δὲ οὕτω πως

κλίνεται καὶ παρ' Εὐριπίδῃ τὸ, τῆς πατροφόντου μητρός. καὶ παρ' Ἡροδότῳ δὲ τὸ,

ἐθελοντὴν τὴν Ἰὼ τοῖς Φοίνιξι συνεκπλεῦσαι. ἢ καὶ ὁμοίως κλίνεται τοῖς αὐτῶν

ἀρσενικοῖς. ἢ τὴν κλίσιν ἔχει τῆς τιμῆς. Ἐεικοσάβοιον δὲ, ἢ σταθμός τις ὕλης

μεταλλικῆς δι' οὗ εἴκοσι βόας ἦν ὠνήσασθαι ὁποῖόν τι καὶ τὸ τετράβοιον. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

84

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!