18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φρονήσει Ἀθηνᾷ τὰ κατὰ τὴν ῥηθεῖσαν Ναυσικάαν ὁ ποιητὴς ἀνατίθησιν, ὡς πάνυ

σοφῶς αὐτὸς καὶ συνετώτατα τὸ τοιοῦτον πλάσμα μεταχειρισάμενος. ἦν μὲν γὰρ

αὐτῷ καὶ ἄλλως πως ἐνδῦσαι τὸν γυμνὸν Ὀδυσσέα ἐν τῇ ἐσχατιᾷ, διὰ ὑλοτόμου

τυχὸν ἢ ἀγρότου ἢ ἁλιέως ἢ ὁπωσοῦν ἑτέρως. ὁ δὲ, τὸ ἐνδοξότατον ἐπελέξατο, τὸ

διὰ τῆς βασιλικῆς νεάνιδος τοῦτο ποιῆσαι. ὑφ' ἧς καὶ εἰς τὰ βασίλια δώματα

ποδηγηθήσεται. καὶ οὕτω τὸ πλάσμα εὐοδώτερον ἔσται καὶ πιθανώτερον. ἔσται δὲ ἡ

τῆς καθ' Ὅμηρον Ἀθηνᾶς μέθοδος, ὄνειρος ἐρεθίζων εἰς ἔργα τὴν Ναυσικάαν ὡς ἐν

τοῖς ἐφεξῆς δηλωθήσεται. (ῃερς. 4.) Ὅτι οἱ Φαίακες πρὶν μέν ποτ' αἴνεον ἐν

εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων. οἵ σφεας

σινέσκοντο. βίῃ δὲ φέρτεροι ἦσαν. ἔνθεν ἀναστήσας, ἄγε Ναυσίθοος θεοειδής. εἷσεν

δ' ἐν Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο

οἴκους. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ' ἀρούρας. ἀλλ' ὁ μὲν, ἤδη Κηρὶ δαμεὶς,

Ἄϊδόσδε βεβήκει. Ἀλκίνοος δὲ τότ' ἦρχε. (ῃερς. 12.) θεῶν ἄπο μήδεα εἰδώς. ἤγουν

θεόσοφος. καὶ νῦν μὲν, ἁπλῶς οὕτω Ναυσιθόου καὶ Ἀλκινόου ἐμνήσθη. προϊὼν δὲ,

γενεαλογήσει ἀκριβέστερον. καταμερίσας καὶ τὴν ἱστορίαν ταύτην διὰ ποικιλίαν,

τόποις διαφόροις. (ῃερς. 1.) Ὅρα δὲ ὡς κοιμίσας τὸν Ὀδυσσέα μετὰ τὸν οὕτω πολὺν

κίνδυνον εἶτα τῶν ἐφεξῆς γινόμενος, ἱστορίαν παρενέπλεξεν, οὐκ ἀναγκαίαν μὲν

ἄλλως, ὅμως δὲ γοργῶς ποικίλλουσαν καὶ ἐξαιροῦσαν τὸ τῆς γραφῆς μονοειδές. ἔστι

δὲ καὶ χρήσιμος ἡ ἱστορία καὶ ἀξία μαθεῖν. (ῃερς. 4.) Τὴν δὲ ῥηθεῖσαν Ὑπέρειαν,

πόλιν Σικελίας τινές φασι τὴν ὕστερον Καμαρίναν. οἱ δὲ, νῆσον πλησίον τῆς τῶν

Κυκλώπων χώρας. εἰ δὲ καὶ εὐρύχορος αὕτη οἶδεν ἡ Ὁμηρικὴ Μοῦσα. Ἀεὶ δὲ παρ'

Ὁμήρῳεὐρύχορος, συστέλλει τὴν παραλήγουσαν. ἔνθα δηλαδὴ ἔστιν εὐρὺ χορεύειν.

ἵνα ᾖ χώρας εὐδαίμονος 1.235 ἐπίθετον τὸ οὕτως εὐρύχορον. τὸ δέ γε παρὰ τοῖς

ὕστερον εὐρύχορον, πλάτος μόνον χώρας δηλοῖ. (ῃερς. 5.) Σημείωσαι δὲ ὅτι οὐ

συντρέχειν δοκοῦσι τῷ ποιητῇ οἱ τὴν Ὑπέρειαν νῆσον λέγοντες. πῶς γὰρ ἂν

νησιῶται ὄντες οἱ ἐν αὐτῇ, ὑπὸ Κυκλώπων ἐβλάπτοντο οἷς νῆες οὐκ ἦσαν κατὰ τὴν

Ὁμηρικὴν ἱστορίαν; ἐν δὲ τῷ, ἀγχοῦ Κυκλώπων, θεωρεῖταί τι ἀστεῖον. τό δέ ἐστιν,

ὡς ἀγχίθεοι ὄντες οἱ Φαίακες, καλῶς ἔφυγον τὸ ἀγχοῦ Κυκλώπων εἶναι τῶν

ἀθεμίστων. οἳ καὶ ὡς ὑπερήνορες ἦσαν, δηλώσει τὰ ἐφεξῆς. (ῃερς. 6.) Τὸ δὲ οἳ σφέας

σινέσκοντο, ἀσαφὲς μὲν κατὰ τὸ, τίνες τίνας ἐσίνοντο. ἐκ δὲ τοῦ ὑπερηνορεόντων

δῆλον ὡς οἱ Κύκλωπες τοὺς Φαίακας ἐλύπουν. ὑπερηνορεόντων γὰρ ἀνδρῶν τὸ

οὕτω ποιεῖν. ∆ῆλον δὲ ἐκ τοῦ σινέσκοντο, ὅτι δύνανται σίντιες καὶ σίνται λέγεσθαι

καὶ οἱ Κύκλωπες. ὃ δὴ οὐ λῃστῶν μόνον κλῆσις, ἀλλὰ καὶ κλεπτῶν. ὡς δηλοῖ καὶ

Ὀππιανὸς ἐν τῷ, σίντῃσι μέγαν πόνον, ὅ ἐστι τοῖς κλέπταις. Τὸ δὲ βίῃ δὲ φέρτεροι

ἦσαν, μαλθακοὺς ἐμφαίνει τοὺς Φαίακας εἶναι τὰ εἰς μάχην, ἐπεὶ καὶ τοιοῦτοι οἱ ἐν

τρυφαῖς. (ῃερς. 7.) Τὸ δὲ ἀναστήσας, νῦν μὲν, ἀντὶ τοῦ ἀπαναστήσας, μετοικίσας.

δηλοῖ δέ ποτε καὶ τὸ ἁπλῶς ἀναστατῶσαι. (ῃερς. 8.) Τὸ δὲ εἷσεν ἐν Σχερίῃ, ἀντὶ τοῦ,

ἵδρυσεν. ἀπὸ τοῦ ἕω ἐξ οὗ καὶ τὸ ἕξω καὶ τὸ ἕδος. περὶ δὲ Σχερίης ἐγράφη οὐ πρὸ

πολλῶν· ἀλλαχοῦ δὲ, καὶ περὶ ἀλφηστῶν ἀνδρῶν. Τὸ δὲ ἑκὰς ἀνδρῶν ἀλφηστάων,

ἐκτοπισμόν τινα τῆς Σχερίας παραλαλεῖ ὡς εἴπερ μὴ ἦν ἡ νῦν Κέρκυρα ἡ

γνωριζομένη, ἀλλά τις ἄγνωστος κατὰ τὴν Ὠγυγίαν. Ὅτι δὲ τοιοῦτόν τι βούλεται

καὶ περὶ τῆς φαιακικῆς Σχερίας ὁ ποιητὴς, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται σαφέστερον.

ὅς γε, φασὶν, οὐδὲ ὠνόμασε Κέρκυραν τὴν Σχερίαν, ἵνα μὴ ἐλέγχοιτο ῥᾳδίως ὅτε τῆς

καθ' ἡμᾶς οἰκουμένης ἔξω πλάττει αὐτήν. (ῃερς. 9.) Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν

Ἰλιάδι πόλεως ἀφανισμὸν ἐξέφρασεν ἐν δυσὶν ἔπεσιν. ἐνταῦθα δὲ, τοὐναντίον ἐν

διστίχῳ φράσει πόλεως ἐδήλωσε κατασκευὴν ἐντελῆ. εἰπών. ἀμφὶ δὲ τεῖχος ἔλασσε

πόλει καὶ ἑξῆς ὡς προσεχῶς γέγραπται. Ἔνθα ὅρα τήν τε ἐν τοῖς ῥήμασι καίριον

εὐπορίαν, καὶ τὴν τῶν λέξεων ὁμοιοκαταληξίαν καθ' ὑπαλλαγὴν, τὸ ἔλασε καὶ

ἐποίησε. καὶ τὰ ὑποτεταγμένα τούτοις, τὸ ἐδείματο καὶ ἐδάσσατο. ἔστι δὲ τὸ ἤλασεν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

267

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!