18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὁμοιότητα τοῦ πετάζω 1.346 πετάσω. ἀφ' οὗ καὶ φόρημά τι πέτασος. ὡς δῆλον ἐκ

τοῦ, παιδία χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. ὡς δὲ ξυλίνοις ἔχαιρον

σκεύεσιν οἱ παλαιοὶ ὁποῖα καὶ οἱ πίνακες καὶ τὰ κισσύβια, οὐκ ἄδηλόν ἐστι. δῆλον δὲ

καὶ ὡς μέχρι καὶ νῦν τίμιά εἰσι πολλαχοῦ. εἰς δὲ τὸ, τὰ κεραμεᾶ μὴ ἐπιχωριάζειν τοῖς

πάλαι, χρήσιμον Κτησίου τὸ παρὰ Πέρσαις ὃν ἂν βασιλεὺς ἀτιμάσῃ, κεραμεοῖς

ποτηρίοις χρᾶται. ὡς δὲ τοῖς ὕστερον ἑτέρως διατεθειμένοις ἥδιστα νενόμισται τὰ

τοιαῦτα, δηλοῖ Ἀθήναιος ἐν λόγῳ αὐτοῦ ἑνδεκάτῳ, λέγων καὶ ὅτι μετὰ ἀρωμάτων

φυραθείσης τῆς γῆς ὠπτᾶτο τινὰ ἐξ αὐτῶν. καὶ ὅτι Ῥοδιακαί τινες ἰτρίδες χρησταὶ

ἦσαν εἰς εὐφροσύνην διὰ τὰ συνεψηθέντα εὐώδη. δοκεῖ δὲ Αἰολικῶς τὸ κισσύβιον

τρέψαι τὸ ˉο εἰς ˉυ, εἴπερ ἀπὸ τοῦ κισσοῦ γίνεται. γίνεται δὲ πάντως ὡς τῷ ἡρημένῳ

Τιμοθέῳ καὶ ἄλλοι συγράφουσιν. καθὰ δηλοῖ ὁ εἰπὼν ὅτι κισσύβιον μόνωτον

ποτήριον. ὅπερ εἰκάσειεν ἄν τις ὑπὸ ποιμένων πρῶτον ἐργασθῆναι ἐκ κισσύνου

ξύλου. εἰς ὃ χρήσιμον Ἀσκληπιάδου μὲν τὸ, τῷ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ

μετρίων οὐδεὶς ἐχρῆτο. Πολύφημος δὲ καὶ Εὔμαιος καὶ ὅλως, οἱ ἐν ἀγρῷ. Νικάνδρου

δὲ τὸ, ∆ινδυμαίῳ ∆ιῒ κισσοῦ σπενδοποιέονται πετάλοισιν, ὅθεν τ' ἀρχαῖ' ἐκπώματα

κισσύβια φωνέεται. Εὐριπίδου δὲ τὸ, πᾶς δὲ ποιμένων ἔῤῥοι λαός. ὁ μὲν γάλακτος

κίσσινον φέρων σκύφος πίνων ἀνὰ ψυκτῆρα ὁ δ' ἀμπελέων γάνος. Ἔνθα σημείωσαι

ὅτι ψυκτῆρες μὲν κατὰ Νίκανδρον ἀλσώδεις καὶ σύσκιοι τόποι ἐν οἷς ἔστιν

ἀναψύξαι. ψυκτὴρ δὲ ἑνικῶς ποτήριόν τι. Πλάτων ἐν συμποσίῳ φέρε τὸν ψυκτῆρα

ἐκεῖνον πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. ψυγεὺς δὲ ποτηρίου εἶδος καὶ αὐτός.

Ἄλεξις. τρικότυλον ψυγέα. οὕτω δὲ ποιά τινα ποτήρια καὶ τὸ ψυκτήριον παρὰ τῷ

δειπνοσοφιστῇ. καὶ τὸ ψυκτηρίδιον. καὶ ὁ ψυκτηρίας ὡς κοχλίας. καὶ οὕτω μὲν καὶ

ταῦτα. ὡς δὲ καὶ μέγα ἦν τὸ τοῦ Κύκλωπος εἴτε κισσύβιον εἴτε σκύφος εἴτε δέπας,

φανερὸν ἐξ ὧν ἐκεῖνος ἔπαθεν. οὐ μόνον γὰρ τὸ τῆς πόσεως τοῦ τοιούτου οἴνου

ἄηθες ἔσφηλεν ἐκεῖνον τὰ πολλὰ γαλακτοποτοῦντα καὶ δυνάμεως οἰνηρᾶς τοιᾶσδε

μὴ πεπειραμένον, ἀλλ' ὡς εἰκὸς καὶ τὸ τοῦ ποτηρίου μέγεθος. οὐ γὰρ ἂν ἄλλως τρὶς

πιὼν κατηνέχθη οὕτως ὑπὸ μέθης ὁ τηλικοῦτος. ὅτι δὲ τὸ μνημονευθὲν σκύφος

διφορεῖται κατὰ τὸ, ἄφενος καὶ ὄνειδος καὶ ἔλεος, δηλοῖ ὁ γράψας τὸ, σκύφον

μαστεύων κυλικηγορήσων ἔρχομαι ἤγουν ἀγορεύσων περὶ κυλίκων, ἵνα εἴη

τραπεζορήτωρ καὶ αὐτὸς ἀσκούμενος λογοδιάῤῥοιαν. καὶ εἴρηται τὸ κυλικηγορεῖν

ἀστείως πρὸς ὁμοιότητα τοῦ δημηγορεῖν. ἵνα καὶ κυλικηγόρος ᾖ ὡς δημηγόρος, ὁ

πρὸς κύλικα λαλῶν ἤτοι ὁ ἐν τῷ συμπίνειν λάλος ὤν. Ὅτι δὲ τοῖς μεγαλείοις

συντακτέα καὶ ἡ ἐν Ἰλιάδι Νεστορέη κύλιξ καὶ τὸ τοῦ Ἀχιλλέως δὲ ἀπόθετον

ποτήριον, ἐκ τῶν Ὁμήρου δῆλον. ὁ δὲ μῦθος κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἔκθεσιν ὁ

παρὰ τῷ Στησιχόρῳ, ποτηρίῳ τὸν ἥλιον διαπλέειν λέγει τὸν Ὠκεανόν. ᾧ καὶ τὸν

Ἡρακλέα διαπεραιωθῆναι ἐπὶ τὰς Γηρυόνου βοῦς ὁρμῶντα, διὸ καὶ δέπας

Ἡράκλειον λέγεσθαι, τὸ καὶ Ἡλίου. καὶ ἔστιν ἐντεῦθεν ὁρμημένον τινὰ τὰ χρύσεα

μεγάλα ποτήρια ἡλίου πλοῖα ὀνομάζειν. ἐν δὲ τοῖς τοῦ εἰρημένου σοφιστοῦ ἐπάγεται

τὸ, μή ποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ὁ Ἡρακλῆς παίζοντες πρὸς τὸ μέγεθος

πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. εἰ δὲ Ἡλίου ἐκεῖνο ποτήριον, εἴη ἂν οἰκεῖον

καὶ τῷ Ἡρακλεῖ, ὅτε αὐτὸς παρὰ τοῖς παλαιοῖς ἀνάγεται μεταλειπτικῶς εἰς Ἥλιον.

εἰς δὲ τὸ εἰρημένον δεπάστρεον κατὰ Λυκόφρονα εἰπεῖν ἡλιακὸν πλοῖον, τακτέον

καὶ τὴν ἄκατον. ποτήριον φασὶν ἐοικὸς πλοίῳ. Μίμνερμος δέ φασι τὸ τοῦ ἡλίου

καλούμενον ποτήριον εὐνὴν κύλην εἶπεν, Ἡφαίστου χερσὶν ἐληλαμένην, τῶν δὲ

τοιαῦτα εἰπόντων ἐπὶ μεγάλοις ποτηρίοις ἀστειότερον ἔφρασεν ὁ γράψας οὕτω. νὴ

τὸν οὐρανὸν ὑπερήφανοι κρατῆρες, ἀργυροῖ κάδοι καὶ μείζονες ἐμοῦ. ἔτι δὲ καὶ

Φερεκράτης τοιαῦτα γράψας. ταῖς δὲ γυναιξὶ, βαθείας κύλικας ὥσπερ ὀλκάδας

οἰναγώγους. περιφερεῖς. λεπτάς. μεστάς. ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.

εἶθ' ὅταν αἰτιώμεθα τὸν οἶνον αὐτὰς ἐκπιεῖν, λοιδοροῦνται κὠμνύουσι, μὴ πιεῖν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

394

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!