18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καταλαβεῖν ἁπλῶς ἀλλὰ τὸ ἐπὶ ἱκεσίᾳ. φησὶ γάρ. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν

μεγάροισι. (ῃερς. 54.) περὶ Ἀρήτης δὲ ὁ λόγος. ἣν καὶ γενεαλογῶν εὐθὺς, ἐπάγει.

Ἀρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον. ἐκ δὲ τοκήων τῶν αὐτῶν, οἵπερ τέκον Ἀλκίνοον

βασιλέα. (ῃερς. 56.) Ναυσίθοον μὲν πρῶτα Ποσειδάων γείνατο καὶ Περίβοια,

γυναικῶν εἶδος ἀρίστη. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος. ὅς ποθ'

ὑπερθύμοισι γιγάντεσσι βασίλευεν. ἀλλ' ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον. ὤλετο δ'

αὐτός. τῇ δὲ, Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα Ναυσίθοον μεγάθυμον, ὃς ἐν

Φαίηξιν ἄνασσε. (ῃερς. 63.) Ναυσίθοος δ' ἔτεκε Ῥηξήνορά τε Ἀλκίνοόν τε. τὸν μὲν,

ἄκουρον ἐόντα, βάλ' ἀργυρότοξος Ἀπόλλων νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα

λιπόντα, Ἀρήτην. ἣν Ἀλκίνοος ἐποιήσατο ἄκοιτιν. Καὶ ὅρα τὸ ἐποιήσατο. λεχθὲν

ἀντὶ τοῦ, ἔσχεν ἢ ἔθετο. Γοργότητα δὲ πεποίηκεν Ὅμηρος καὶ τὸ τῆς γραφῆς

περιεῖλεν ὕπτιον, γενεαλογίαν ταύτην ἐπεμβαλὼν οὐκ ἄκομψον ὡς τὰ κατὰ μέρος

δηλώσει. αὐτίκα γοῦν τὸ, Ἀρήτη δ' ὄνομ' ἔστιν ἐπώνυμον, ἱστορίαν τε ὑπολαλεῖ, καὶ

τρόπον ἐτυμολογικόν. ὡς τῆς Ἀρήτης παρὰ τὸ ἀράσασθαι κληθείσης. ἵνα ὥσπερ

φαιδρὸς ἐπίθετον ἐξ οὗ Φαῖδρος κύριον καὶ γυνὴ Φαῖδρα, οὕτω καὶ ἀρητὸς ἐπίθετον,

ὡς τὸ, πένθος ἀρητόν. ἐξ οὗ, Ἄρητος κύριον. ὅθεν ὁ παρὰ τοῖς ὕστερον Ἄρατος. καὶ

θηλυκὸν Ἀρήτη.ὡς εἴτις εἴποι εὐκταία τοῖς γονεῦσιν. ὥσπερ καὶ ∆ημάρατος ὁ

Λάκων, ὡς πολύευκτος οὕτως ἐκλήθη. εὐξαμένων γὰρ καθ' Ἡρόδοτον πανδημεὶ

Σπαρτιατῶν, ἐγένετο ἐκεῖνος τῷ πατρὶ Ἀρίστωνι. Ἐπώνυμονδὲ παρὰ τοῖς ἀρχαίοις,

τὸ παρὰ τοῖς ὕστερον φερώνυμον, ἤγουν ἔνθα τὸ ὄνομα ἐμφερὲς τοῖς πράγμασι.

διττῶς δὲ ὡς ἐπὶ πολὺ τὸ ῥηθὲν ἐπώνυμον. ἢ τὸ αὐτομάτως τεθὲν τὴν ἀρχὴν ὕστερον

δὲ ἐπαληθεῦσαν ὡς εἴπερ ἐκ προνοίας ἐτέθη. οἷον. ὁ ῥήτωρ ∆ημοσθένης ἐπωνύμως

ἐκλήθη, ἐπεὶ σθένος τοῦ τῶν Ἀθηναίων δήμου γέγονεν ὕστερον. καὶ τῷ Αἴαντι δὲ τὸ

ὄνομα ἐπώνυμον ἐξηνέχθη τοῖς αὐτοῦ κακοῖς κατὰ τὴν τραγῳδίαν, διὰ τὸ αἲ, ὡς

ἄξια αἰαγμάτων παθόντος αὐτοῦ. ἢ γοῦν οὕτως ἐπώνυμον τὸ ἀπὸ γενέσεως ἁπλῶς

οὕτω τεθὲν, ἢ τὸ ἐκ μελέτης εἴτουν προνοίας, ὡς τὸ Ὀδυσσεύς. περὶ οὗ ὁ πάππος

φησί. τῷ δ' Ὀδυσσεὺς ἔστω ὄνομα οὕνεκά μοι πολλοὶ ὀδύσαντο. τοιοῦτον ἐπώνυμον

καὶ τὸ Ἀρήτη ὡς ἐῤῥέθη. καὶ τὸ ∆ημάρατος ὁ καὶ ∆ημάρητος. καὶ ἡ ∆ημαρέτη δέ που.

ἀφ' ἧς τὸ δημαρέτειον νόμισμα. (ῃερς. 65.) Τὸ δὲ ἐκ τοκήων τῶν αὐτῶν οἳ τέκον

Ἀλκίνοον, ἔπεισέ φασι τὸν Ἡσίοδον, ἀδελφὴν Ἀλκινόου τὴν Ἀρήτην ὑπολαβεῖν.

Ὅμηρος δὲ τὸ, τῶν αὐτῶν τοκήων, ἀντὶ προγόνων ἔλαβεν.Ὅρα δὲ τὸ γείνατο καὶ τὸ

ἔτεκεν ἐν τῷ ῥηθέντι χωρίῳ, ἐπὶ πατέρων κείμενα. εἰ καὶ τῶν τινες μεθ' Ὅμηρον,

διώρισαν τὸ μὲν, ἐπὶ πατρὸς τὸ δ' ἐπὶ μητρός. ὡς πατρὸς μέν φασι γεννῶντος, μητρὸς

δὲ τικτούσης. ὅπερ οὐκ ἂν οὕτως ἔχον εἴη συνήθως. γεννῶσι μὲν γὰρ ἄμφω ἐπεὶ καὶ

γεννήτορες. καὶ τίκτουσιν, ἐπεὶ καὶ τοκῆες. κύουσι δέ γε, οὔ. ἀλλὰ μητρὸς μόνης

τοῦτο κυρίως, τῆς καὶ ἐγκυμονούσης. καὶ ἥτις οὐ σπείρασα, ὑποκυσαμένη δὲ, τέκε

τέκνα. ἐκ τοῦ κύειν γὰρ, καὶ τὸ ἐγκυμονεῖν καὶ τὸ ὑποκύσασθαι. Ἐν δὲ τῷ,

μεγαλήτορος Εὐρυμέδοντος, σκοπητέον τὴν ἐν τοῖς παλαιοῖς ἁπλότητα. ἰδοῦ γὰρ, οἱ

Φαίακες βασιλεῖς οὐκ ὤκνησαν τὴν ὡς προδεδήλωται γραῦν Ἀπειραίην

θαλαμηπόλον, Εὐρυμέδουσαν ὀνομάσαι παρωνύμως τῷ αὐτῶν προγόνῳ βασιλεῖ

Εὐρυμέδοντι. Ἐν δέ γε τῷ, ὑπερθύμοισι γιγάντεσσιν, ὅρα τὸ τοῦ Ὁμήρου καὶ τῆς κατ'

αὐτὸν Ἀθηνᾶς ἀβλάσφημον. ὡς γὰρ τὸν ἐν αὐτοῖς βασιλέα Εὐρυμέδοντα,

μεγαλήτορα εἶπεν οὐδὲν σκώψας, οὕτω καὶ αὐτοὺς ὑπερθύμους, ὡς εἴπερ εἶπεν

ἀγήνορας. ὅπερ οὐ πάνυ τραχύ. καὶ ἄλλως γὰρ εἴη ἂν τὸ ὑπέρθυμον ταυτὸν τῷ

μεγάθυμον ὃ περὶ Ναυ 1.260 σιθόου εἶπεν. ἐπεὶ δὲ ἔδει καὶ σφοδρότερον τῶν

τοιούτων καθάψασθαι οἳ καὶ τῷ ∆ιῒ ἀνταίρειν κατὰ τὸν μῦθον προηνέχθησαν, λέγει

καὶ ἀτασθάλους αὐτοὺς ἐν τῷ, ἀλλ' ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον. ὤλετο δ' αὐτός.

περὶ οὗ ὡς βασιλέως φείδεται βαρύ τε εἰπεῖν ὡς ἴσως καὶ φιλοφαίαξ οὖσα, διὰ τὸν

Ὀδυσσέα τε καὶ διὰ τὸ κοινῶς τῶν Φαιάκων φιλόξενον. Ἐν τούτοις δὲ ὅρα καὶ ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

295

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!