18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἔχειν κοινούς. εἰ δὲ δίκαιοι ὄντες ἐλύπουν τοὺς Φαίακας ἦν ὅτε γειτιῶντας ὡς

προγέγραπται, ἀλλὰ τοῦτο διὰ τὸ τῆς πολιτείας φασὶν ἀνόμιον ἐγίνετο. Φαίακες μὲν

γὰρ ἐκοινώνουν ἀλλήλοις εἴτε ἀριστοκρατίας νόμῳ εἴτε καὶ δημοκρατικῶς. οἱ δὲ

Κύκλωπες οὐ τοιοῦτοι. εἰ δὲ καὶ πεποιθέναι μὲν θεοῖς ἐνταῦθα Κύκλωπες λέγονται, ὁ

δὲ Πολύφημος ἐν τοῖς ἑξῆς ἐρεῖ (ῃερς. 275.) ὡς οὐκ ἀλέγουσι ∆ιὸς οἱ Κύκλωπες ὡς

φέρτεροι, ψευδῶς ἐκεῖνο φησίν. ὃ δὴ ποιοῦσιν οἱ κακοὶ συνδιαβάλλοντες ἑαυτοῖς

τοὺς ἀγαθοὺς ἢ καὶ συνεξεικάζοντες. θεοσεβεῖς γὰρ οἱ λοιποὶ Κύκλωπες πλάττονται.

οἳ καὶ τὴν ∆ιὸς νόσον ὑποβλέπονται καὶ εὔχεσθαι οἴδασιν. Ὅτι δὲ τοὺς Κύκλωπας

Λεοντίνους οἱ ὕστερον ἐκάλεσαν, καὶ ὅτι λῃσταὶ ἦσαν καὶ ἄγριοι, καὶ ὅτι πίων ἡ παρ'

αὐτοῖς γῆ ὡς καὶ ἡ πλείων τῆς Σικελίας, δῆλόν ἐστι. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι

ὥσπερ Αἴολος ἐδυνάστευσε τῶν περὶ Λιπάραν νήσων, οὕτω καὶ Κύκλωπες καὶ

Λαιστρυγόνες τῶν περὶ Λεοντίνην καὶ Αἴτνην, ἄξενοί τινες ὄντες. διὸ καὶ τὰ περὶ τὸν

πορθμὸν ἀπροσπέλαστα εἶναι τότε τοῖς πολλοῖς. ὁ μέντοι ποιητὴς οὐ πάντα φασὶ

πλάττων οὐδ' ἐκ τοῦ μηδενὸς ἀεὶ μακρὰν τερατολογίαν ἀνάπτων προσμυθεύει τι καὶ

ἐνταῦθα τοῖς ἀληθέσι. Τὸ δὲ ὑπερφιάλων δίσημον ὂν, ὡς καὶ προγέγραπται, οὐ δοκεῖ

ἐπὶ ψόγῳ ἐνταῦθα κεῖσθαι, ἀλλὰ τὸ κατὰ σῶμα δηλοῦν μεγαλοφυὲς τῶν Κυκλώπων,

ὥς που καὶ οἱ μνηστῆρες ὑπερφιάλους καλοῦσιν ἑαυτούς. οὕτω δὲ καὶ τὸ ἀθεμίστων

οὐκ ἐφ' ὕβρει κεῖται νῦν, ἀλλ' ἐν ἱστορίας εἴδει, ὡς τῶν Κυκλώπων μήτε νόμους

μήτε ἔθη κοινὰ ἐχόντων, ὡς ἐῤῥέθη, μηδὲ στοχαζομένων τοῦ κοινῇ συμφέροντος διὰ

τὸ μηδὲ κοινῇ πολιτεύεσθαι ἀλλ', ὡς εἰπεῖν, οἰκοκρατεῖσθαι. Καὶ σημείωσαι ὅτι τε

διττὸν τὸ ἀθέμιστον τό, τε εἰδότα θέμιν μὴ χρᾶσθαι αὐτῇ ὅτε ὁ ἀθέμιστος εἴη ἂν ὁ

αὐτὸς τῷ ἀδίκῳ, καὶ τὸ μὴ πεῖραν ἔχειν θέμιδος ὅλως, ὁποῖοι οἱ Ὁμηρικοὶ Κύκλωπες.

(ῃερς. 112.) καὶ ὅτι, ἔνθα μὴ θέμις, καλῶς ἐκεῖ οὐδ' ἀγοραὶ βουληφόροι, εἴπερ θέμις

ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει. δῆλον δὲ ὅτι τε ἄλλο τι σημαίνει ὁ ὕστερον

ῥηθεὶς ἀθέμιτος παρὰ τὸν ἐνταῦθα Ὁμηρικὸν ἀθέμιστον. καὶ ὅτι ὥσπερ χάρις

χάριδος καὶ ∆ωρικῶς χάριτος, κατὰ δὲ τὴν παρὰ Ἡρῳδιανῷ ἀλκμανικὴν χρῆσιν, καὶ

Ἀρτέμιδος Ἀρτέμιτος, οἷον Ἀρτέμιτος θεράποντοὕτω καὶ θέμις θέμιτος. καὶ

πλεονασμῷ τοῦ σίγμα θέμιστος οἷον. θέμιστι δὲ καλλιπαρῄῳ. καὶ ἐξ αὐτοῦ,

ἀθέμιστος. (ῃερς. 107.) Τὸ δὲ οἳ θεῷ πεποιθότες ἀθανάτῳ οὔτε φυτεύουσι καὶ ἑξῆς

ἕως τοῦ, ναίουσιν ἐν σπέσι γλαφυροῖσι, πρέπει τοῖς καθ' ἡμᾶς ἀναχωρηταῖς. οἳ καὶ

αὐτοὶ πόλεις μὲν φυγόντες, ὀρέων δὲ ναίοντες κάρηνα ἐν σπηλαίοις, οὔτε

φυτεύουσιν, οὔτ' ἄλλο τι τῶν ἐφεξῆς ποιοῦσιν, ἀλλὰ καὶ αὐτοὶ ἄσπαρτα καὶ ἀνήροτα

ἔχουσιν ἄνωθεν τὰ καλὰ, αὐτοκράτορες ὄντες ἑαυτῶν, καὶ τρόπον ἄλλον

θεμιστεύοντες οὐ μὴν ἀθεμίστως ἔχοντες. Ἰστέον δὲ ὅτι ἄλλως μὲν δόξοι ἂν ὁ

ἀθέμιστος ἐκ τοῦ θεμίσσω γίνεσθαι, ὃ καὶ αὐτὸ ἐν φανερᾷ χρήσει κεῖται, ἀφ' οὗ καὶ ἡ

θέμις. κοινότερον δὲ, ἐκ τοῦ θέμις θέμιδος, καὶ ∆ωρικῶς ὡς ἐῤῥέθη θέμιτος, λέγεται

θεμιτὸς καὶ ἀθέμιτος, καὶ πλεονασμῷ τοῦ σίγμα, θεμιστεύειν καὶ ἀθέμιστος, ἡ δὲ τοῦ

ˉδ καὶ τοῦ ˉτ ὡς οἷον εἰπεῖν φιλία καὶ ἀντιμεταχώρησις εἰς ἄλληλα, ὡς καὶ ἐν τοῖς

εἰς τὴν Ἰλιάδα ἐφάνη, δηλοῦται μὲν καὶ ἐν τῷ, θέμιτος καὶ χάριτος ὡς ἐκ τοῦ

θέμιδος καὶ χάριδος. διασημαίνεται δὲ καὶ ἐν τῷ, τηϋσίην ὁδὸν ἀντὶ τοῦ δευσίην.

ὑγράν. ἁλίην, καθὰ ἐγράφη ἔνθα ὁ ποιητὴς αὐτὸ εἶπεν. ἔτι δὲ καὶ ἐν τῷ, τῆτες καὶ

τῆδες. ὡς γὰρ οἱ τεχνικοί φασιν, οὐ μόνον τῆτες οἱ ∆ωριεῖς λέγουσιν, ἀλλὰ καὶ

τῆδες. θετέον δ' ἐν τούτοις καὶ τὸ, Κίδαρις ἐθνικόν. αὐτὴ γάρ φασι καὶ Κίταρις

λέγεται. Ἔτι ἰστέον καὶ ὅτι τὸ ˉδ οὐ μόνον εἰς τὸ ˉτ ἔστιν ὅτε οἶδε μεταχωρεῖν, ἀλλὰ

καὶ εἰς τὸ αὐτοῦ ἀντίστοιχον θῆτα. ὡς δῆλον ἐκ τοῦ, μήδω Προμηθεὺς καὶ τῶν

ἄλλων ἅπερ ἑτέρωθι κεῖνται. καὶ μέσου δὲ τοῦ βῆτα μεταβολὴ φανερὰ εὕρηταί ποτε

εἰς δασέα καὶ εἰς ψιλά. ὡς καὶ αὐτὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθη. νῦν δὲ

ἀρκεῖ πρὸς δεῖξιν τὸ, Φίλιππος Βίλιππος, καὶ τὸ, Παλληνικὸν βλέπειν ἤγουν

Βαλληνικὸν ἀπὸ Παλλήνης τῆς κατὰ Θρᾴκην τῆς καὶ Βαλλήνης. ὅπερ αἴνιγμά ἐστι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

371

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!