18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μίγνυνται γὰρ καὶ ὑγρὰ πρὸς ἄλληλα. καὶ στρατεύματα δὲ ἐν μάχῃ. Τὸ δὲ καὶ εὐνῇ,

ἐφερμηνευτικόν ἐστι τῆς ἐνταῦθα φιλότητος. ἵνα μὴ ἡ ἁπλῶς φιλία νοηθείη.

Τρίπολος δὲ νειὸς, ἡ τρίτον ἐστραμμένη. πωλεῖν γάρ φασι τὸ ἀναστρέφειν. Καὶ ὅρα

ὅτι τὸ μὲν πωλεῖν, διὰ τοῦ ˉω μεγάλου παρὰ τῷ ποιητῇ ὥσπερ καὶ τὸ πωλέσκω, καὶ ἡ

εὔπωλος γῇ. ἡ δὲ τρίπολος, διὰ τοῦ ˉο μικροῦ. (ῃερς. 130.) Τὸ δὲ περιτρόπιος

βεβαῶτα, ἀντὶ τοῦ περιβάδην ἐποχούμενον τῇ τρόπει δίκην κέλητος. ὡς ἐν ἄλλοις

ἐρεῖ ὁ ποιητής. (ῃερς. 128.) Ἀργὴς δὲ κεραυνὸς ὀξυτόνως πρὸς διαστολὴν βαρυτόνου

κυρίου μυθικοῦ, τοῦ Ἄργης. ᾧπερ ἀδελφὸς ἦν, Βρόντης καθ' Ἡσίοδον. ἐσκεύαζον δέ

φασι αὐτοὶ τῷ ∆ιῒ ὁ μὲν κεραυνοὺς ὁ δὲ βροντάς. βέλη ταῦτα δίϊα. οἷς ὁ βλαβεὶς,

διόβλητος ἦν. εἰκὸς δὲ μηχανικοὺς ἀνθρώπους αὐτοὺς εἶναι. τεχνωμένους ὁμοίως

Ἀρχιμήδει, τὰς δι' ἐνόπτρων ὡς οἷον ἀστραπαίας καύσεις οὗ μιμητὴς καὶ Ἀνθέμιος ὁ

παρὰ τῷ Ἀγαθίᾳ. Ἔτι δέ, τεχνικῶς κτυποῦντας βροντῶδες. ὁποῖος ὑπονοεῖται καὶ ὁ

Σαλμωνεύς. Κεραυνὸς δὲ γίνεται, παρὰ τὸ κείρειν καὶ αὔειν. ὁ φθείρων δηλαδὴ ἐν

τῷ καίειν. Τὸ δὲ νῆα ἔλσας, ἀντὶ τοῦ ἐλάσας. κρούσας. πλήξας. (ῃερς. 132.) Τὸ δὲ

ἐκέασεν, ἀντὶ τοῦ διέσχισεν ὡς καὶ πρὸ ὀλίγων ἐγράφη. ἴσως δὲ καὶ τὸ ἐκέδασεν ἐκ

τούτου γίνεται πλεονασμῷ τοῦ ˉδ. ἵνα πως εἴη ταυτὸν τὸ ἐκέασε καὶ τὸ ἐκέδασεν,

ἤδη δὲ καὶ τὸ ἐξετίναξε. διὸ ἐν τοῖς ἑξῆς, τὴν αὐτὴν σχεδίαν τὸ κῦμα διατινάξει. οὐ

μὴν δὲ, ἀλλὰ καὶ δούρατα μακρὰ διασκεδάσει. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ κεάσαι,

εὕρηνται καὶ ἀκέανοι, σπορίμου εἶδος. περὶ οὗ φησὶν Αἴλιος ∆ιονύσιος, ὅτι ἀκέανοι,

τὰ ἐν φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. φέρων καὶ χρῆσιν Φερεκράτους,

ταύτην. κυάμους. φακῆν. ζείας. αἴρας. ἀκεάνους. (ῃερς. 137.) Ὅτι ὁ διὰ φόβον

μεγάλου προσώπου καταφρονῶν τοῦ σῶσαί τινα, εἴποι ἂν ὣς ἐπεὶ οὔπως ἐστὶ τὸν

τοῦ δεῖνος νόον οὔτε παρὲξ ἐλθεῖν οὔθ' ἁλιῶσαι. ἐῤῥέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ

ἀνώγει. τί δὲ τὸ παρὲξ ἐλθεῖν καὶ τὸ ἁλιῶσαι, πρὸ ὀλίγων εἴρηται. (ῃερς. 142.)

Συμβούλου δὲ ἀγαθοῦ τὸ, αὐτάρ οἱ πρόφρων ὑποθήσομαι οὐδ' ἐπικεύσω, ὥς κε μάλ'

ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται. (ῃερς. 146.) Προθυμοποιὸν δὲ εἰς τοιαύτην βουλὴν

τὸ, οὕτω νῦν ἀπόπεμπε. θεοῦ δ' ἐποπίζεο μῆνιν μήπως τοι μετόπισθε κοτεσσάμενος

χαλεπῄνῃ. ἐν τούτοις δὲ καὶ τὴν ὄπιν ἐτυμολογεῖ, ἥτις ἐστὶ τῶν μετόπισθεν ἤτοι τῶν

μελλόντων θεία ἐπιστροφή. (ῃερς. 160.) Τὸ δὲ, κάμμορε μή μοι ἔτ' ἐνθάδε ὀδύρεο μὴ

δέ τοι αἰὼν φθινέτω, παραμυθητικοῦ λόγου ἐστίν. αἰῶνα δὲ λέγει, τὴν ζωήν. ἣ

φθίνει τοῖς μακροῖς θρήνοις. οὕτω καὶ ἀνωτέρω τούτων τὸ, κατείβετο γλυκὺς αἰὼν.

ὅ ἐστιν ἐν δάκρυσι λειβόμενος κατετήκετο. (ῃερς. 141.) Ἐν τούτοις δὲ καθὰ καὶ

ἀλλαχοῦ, καὶ ἐρημία δηλοῦται τῆς κατὰ τὴν Καλυψὼ νήσου ἐν τῷ, μήτε νῆας

παρεῖναι μήτε τοὺς τὸν Ὀδυσσέα πέμψοντας ἑταίρους. ἐν οἷς πιθανολογεῖται τὸ τὸν

Ὀδυσσέα μονήρη πλεῦσαι. (ῃερς. 162.) Ὅτι λέξις ναυπηγικὴ, τὸ ἁρμόζεσθαι. φησὶ

γοῦν ἡ Καλυψὼ πρὸς Ὀδυσσέα. 1.7 ἀλλ' ἄγε δούρατα μακρὰ ταμὼν, ἁρμόζεο χαλκῷ

εὐρείην σχεδίην. ἐκ τοιαύτης δὲ ἐννοίας, καὶ Ἁρμονίδης Φερέκλου πατὴρ τοῦ τὰς

ἀρχεκάκους νηῖας τῷ Πάριδι τεκτήναντος. (ῃερς. 163.) Ὅρα δὲ τὸ, εὐρείην σχεδίην.

δι' οὗ δηλοῦται, ὡς οὐ κυρίως αὕτη σχεδία εἴπερ εὐρεῖα. οὐ γὰρ αἱ κυρίως σχεδίαι

τοιαῦταί εἰσιν. ὅτι μὴ δὲ πολύδεσμοι ἐκεῖναι. ἐπιφέρει δὲ ἡ Καλυψὼ καὶ τὸ, αὐτὰρ

ἴκρια πῆξαι ἐπ' αὐτῆς ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ' ἠεροειδέα πόντον. λέγει δὲ ἴκρια νῦν,

ὀρθὰ ξύλα τὰ καὶ ἐγκοίλια. ὧν ἄνω, τὰ καταστρώματα τῆς νηός. Τὸ δὲ πῆξαι ἐπ'

αὐτῆς ὃ ἐστὶν ἐπὶ τῆς σχεδίας νηός, οὐ παραλόγως ἂν ῥηθείη ἀγαγεῖν εἰς νοῦν

ὕστερον τὸ καθ' ἱστορίαν τῆς ναυπάκτου ὄνομα. (ῃερς. 602.) Τὸ δὲ ὑψοῦ, ἢ τοῖς

ὄπισθε συντακτέον ἵνα ᾖ πῆξαι ἐπ' αὐτῆς ἴκρια ὑψοῦ. ἢ τοῖς μετ' αὐτό. ἵνα λέγῃ, ὥς

σε φέρῃσιν ὑψοῦ. τουτέστιν, ἐπ' ἠεροειδέα πόντον. πρὸς ὁμοιότητα τοῦ, ὑψοῦ ἐν

νοτίῳ. (ῃερς. 165.) Ὅτι φιλοξένου ἀνδρὸς λόγος τὸ, αὐτὰρ ἐγὼ σῖτόν τε καὶ οἶνον

ἐρυθρὸν ἐνθήσω μενοεικέα, ἃ κέν τοι λιμὸν ἐρύκοι, εἵματά τ' ἀμφιέσω, καὶ τὰ ἑξῆς

δὲ, χρησιμεύσει ἐὰν παρῳδηθῇ, οἷον. ὡς ἂν ἀσκηθὴς οἴκαδε ἵκοιο αἴκε θεὸς ἐθέλῃ ὃς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

235

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!