18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

περισχόντα ἐντός. καὶ τὸν Ἴφικλον τὸ ἐντεῦθεν μὴ παιδοποιεῖν διὰ τὸ ἐκεῖθεν δέος.

ὑπέδειξε δὲ καὶ τὴν ἄχερδον ὁ Αἰγυπιὸς, καὶ ὅποι κρύπτει τὴν μάχαιραν, ἣν καὶ

ἐκέλευσεν ἐκκαλύψαι τοῦ φλοιοῦ ἐκλέψαντα καὶ κομισάμενον καὶ ἀποσμήξαντα

διδόναι πίνειν τοῦ ἰοῦ ἐν 1.416 οἴνῳ ἐπὶ δέκα ἡμέρας τὸν Ἴφικλον. ποιεῖ δὴ κατὰ

ταῦτα ὁ Ἴφικλος, καὶ ῥώνυσι τὴν γονήν. ἐν δὲ ὑπομνήματι Θεοκρίτου φέρεται καὶ

ὅτι ἐκτέμνοντί ποτε τῷ Φυλάκῳ ζῷα παρειστήκει παῖς ὢν Ἴφικλος. ὃν ἐκπλῆξαι

θέλων ὁ πατὴρ καὶ ἀνατείνας ἣν κατεῖχε μάχαιραν, εἶτα εἰς τὸ πλησίον δένδρον

ἐμπῆξαι θελήσας, ἐπήνεγκεν αὐτοῦ τοῖς μορίοις οὕτω συμβάν. Μελάμπους δὲ αὐτὴν

ἀνευρὼν ἐκέλευσε τὸν Ἴφικλον ξέσαντα τὸν ἰὸν πίνειν. καὶ αὐτὸς ποιήσας οὕτω

γίνεται παίδων πατήρ. κεῖται δὲ παρὰ τοῖς παλαιοῖς καὶ ὅτι Μελάμπους, ὡς ἐῤῥέθη,

παρ' Αἰγυπιοῦ μαθὼν τὸ τῆς ἀτεκνίας αἴτιον, καὶ ἀναζητήσας τὴν μάχαιραν ἀχέρδου

φλοιῷ κεκαλυμμένην ἣν ἐπήνεγκε Φύλακος τῷ Ἰφίκλῳ κατὰ τὸν ἀγρὸν ἐκτέμνοντι

τετράποδα, θύσας τε θεοῖς τοῖς μηνίουσι ὑπὲρ τῆς τῶν τετραπόδων εὐνουχίας, τὸν

Ἴφικλον ἀπέφῃνε πατέρα Πρωτεσιλάου τε, τοῦ ἐν Τροίᾳ πρώτου πεσόντος, καὶ

Ποδάρκους. καὶ λαβὼν οὕτω τὰς βόας καὶ ἀγαγὼν εἰς Πύλον δίδωσιν εἰς ἕδνον τῷ

Νηλεῖ, καὶ τὴν Πηρὼ λαμβάνει πρὸς γάμον Βίαντι τῷ ἀδελφῷ. ἐξ ἧς γίνονται παῖδες

Περιάλκης, Ἄρητος, καὶ Ἀλκεσίβοια. φασὶ δὲ καὶ ὅτι μετὰ τὸ ἐνεχθῆναι τὰς βόας οὐκ

ἐδίδου τὴν κόρην ὁ Νηλεὺς, οἷα μὴ βουλόμενος Βίαντι συνοικίσαι αὐτήν. μάχῃ δὲ

νικηθεὶς ὑπὸ τῶν περὶ Ἀμυθάονα ἔδωκεν ἄκων. διὸ καὶ ἔφυγε τὴν Πύλον ὁ

Μελάμπους, ὡς ἐν τοῖς ἑξῆς που ἱστορήσει ὁ ποιητὴς, ἵνα μὴ προσκρούῃ τῷ Νηλεῖ

θείῳ τε πρὸς πατρὸς ὄντι καὶ βασιλεῖ. καὶ τοιαύτη μὲν ἡ περὶ Χλώριδος καὶ τῶν κατ'

αὐτὴν ἱστορία. τὰ δὲ πρὸς μέρος τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου τοιαῦτα. (ῃερς. 280.)

Ἐν τῷ Χλῶριν εἶδον διὰ διφθόγγου γράφεται τὸ ῥῆμα καθὰ καὶ ἐν τῷ, Λήδην εἶδον,

λόγῳ παρατατικοῦ, καί τοι τὸ Τυρὼ ἴδον καὶ τὸ, Ἀλκμήνην ἴδον καὶ Ἰφιμέδειαν

εἴσιδον καὶ Φαίδρην ἴδον καὶ Μαῖραν ἴδον, διὰ τοῦ ˉί γράψας κατὰ χρόνον δευτέρου

ἀορίστου. Περικαλλέα δὲ τὴν Χλῶριν λέγει, ἐπεὶ καὶ διὰ κάλλος αὐτὴν ὁ Νηλεὺς

ἔγημεν, οὗ χάριν καὶ μυρία ἔδωκεν ἕδνα. (ῃερς. 281.) ἔνθα φανερῶς, ὡς καὶ ἐν

ἄλλοις, ἕδνα Ὅμηρος λέγει, τὰ τοῦ νυμφίου πρὸς τὴν νύμφην. Ἰασίδης δὲ ὁ ῥηθεὶς

Ἀμφίων, πρὸς διαστολὴν τοῦ ἑτέρου ὃς ἦν ὡς ἐῤῥέθη ἐκ ∆ιός. (ῃερς. 282.) Περὶ δὲ

Ὀρχομενοῦ ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. ἐνταῦθα δὲ εἰπεῖν ἀρκέσει, ὅτι

τε πολλοὶ Ὀρχομενοί. (ῃερς. 283.) καὶ ὅτι Μινύος Ὀρχομενὸς ἢ ἀπὸ παραῤῥέοντος

ποταμοῦ ἢ ἀπὸ ἔθνους ἢ γένους τῶν Μινυῶν. ὧν τινὲς καὶ εἰς Ἰωλκὸν ἀπῴκησαν

τὴν Θετταλικήν. ὅθεν Μινύαι οἱ ἀργοναῦται παρά τε ἄλλοις καὶ Λυκόφρονι. δῆλον

δὲ ὡς διαλυθεὶς ὁ Μινύος πεντασύλλαβος ἐκ τετρασυλλάβου γίνεται, Μινυήϊος γὰρ

ὡς τὸ Χαλκήϊος καὶ τὰ τοιαῦτα. (ῃερς. 284.) Τὸ δὲ, ὅς ποτ' ἐν Ὀρχομένῳ ἄνασσεν ἠδὲ

Πύλου βασίλευεν, οὐ πάνυ ἔχει σαφῶς εἴτε περὶ Ἀμφίονος εἴτε περὶ Νηλέως λέγεται.

ὁμοίως καὶ τὸ, ἠδὲ Πύλου βασίλευεν, ἑτέρως ἀμφιβάλλεται εἴτε νοητέον ἀντὶ τοῦ,

καὶ Πύλου ἐβασίλευεν, εἴτε καὶ ὅτι ὁ πατὴρ μὲν Ἀμφίων, ἐν Ὀρχομενῷ ἄνασσεν. ἡ δὲ

θυγάτηρ Χλῶρις Πύλου ἐβασίλευε διὰ τὸν ἄνδρα Νηλέα. (ῃερς. 285.) Ὁ δὲ Χρομίος

παροξύνεται ὁμοίως τῷ ∆ολίος, Τυχίος καὶ τοῖς τοιούτοις, ὡς τρίβραχυ. τὸν δὲ

Περικλύμενον Ἡσίοδός φησι δῶρον εἰληφέναι παρὰ Ποσειδῶνος, ἀμείβειν ἑαυτὸν

εἰς οἵου ἂν ζῴου ἢ δένδρου αἱροῖτο εἰκόνα. τοῦτο δὲ καὶ ἡ τοῦ Ἐρυσίχθονος θυγάτηρ

εὐτυχεῖ κατὰ Λυκόφρονα, καὶ ἡ Θέτις δὲ, καὶ ὁ Πρωτεὺς, οἱ τοῦ μύθου χαμαιλέοντες.

διό φασι καὶ ὁ ποιητὴς ἀγέρωχον αὐτὸν ἐνταῦθα καλεῖ, ὡς ἀγόμενον ῥᾳδίως καὶ

χεόμενον εἰς ὃ ἂν βούλοιτο. ὤνησε δὲ ὅμως οὐδὲν τὸν τοιοῦτον Περικλύμενον τὸ εἰς

πολλὰ εὐμετάβλητον, ὅτε τῷ Ἡρακλεῖ πολιορκοῦντι τὴν Πύλον συνέμιξεν. εἰς

μέλισσαν γάρ φασι μεταβληθεὶς καὶ ὅμως ἐπιτυχῶς βληθεὶς ἀπήχθη τοῦ ζῆν. δοκεῖ

δὲ ὁ ἀνὴρ πολυειδὴς εἶναι τὰ εἰς μεθόδους πολεμικὰς καὶ εἰς λοιπὰς ἐπιτεχνήσεις,

διὸ καὶ μῦθον ἐκπεσεῖν περὶ αὐτοῦ, ὡς πολύμορφος ἦν ταῖς εἰς πολλὰ μεταβολαῖς.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

474

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!