18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δολίην ἐφράσατο τέχνην. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους, εἶσε

λόχον. ἑτέρωθι δ' ἀνώγει δαῖτα πένεσθαι. αὐτὰρ ὃ, βῆ καλέων Ἀγαμέμνονα ποιμένα

λαῶν, ἵπποισι καὶ ὄχεσφιν. ἀεικέα μερμηρίζων. τόν δ' οὐκ εἰδότ' ὄλεθρον, ἀνήγαγε.

καὶ κατέπεφνε δειπνίσσας, ὥς τίς τε κατέπεφνε βοῦν ἐπὶ φάτνῃ. (ῃερς. 536.) Εἶτα

ἐμφαίνων ὡς εἴπερ ἐμνήσθη θούριδος ἀλκῆς ὁ βασιλεὺς οὐκ ἂν ἀπώλετο, ἐπάγει.

οὐδέ τις Ἀτρείδεω ἑτάρων λίπετο οἵ οἱ ἕποντο, οὐδέ τις Αἰγίσθου, ἀλλ' ἔκταθεν ἐν

μεγάροισιν. εἰ δὲ τοιοῦτοι καὶ μετὰ δόλον οἱ περὶ τὸν βασιλέα, τίνες ἂν ἐγένοντο εἰ

καὶ προῄσθοντο; Καὶ ὅρα ὅτι σαφέστερον τῶν φθασάντων ἔφρασε διὰ τοῦ Πρωτέως,

τὰ κατὰ τὸν Ἀγαμέμνονα ὁ ποιητής. ὁ μέντοι τοῖς ἑξῆς, ἄλλως τὴν τοιαύτην

ἱστορίαν μεταχειρίσεται κατά τε οἴκτου πάθος καὶ ποικιλίαν οἷος αὐτὸς καὶ τὰ

τοιαῦτα δεινὸς. (ῃερς. 515.) Ὅρα δὲ τὸ, ἀναρπάξασα 1.180 θύελλα. ὅμοιόν τι ὂν τῷ,

Ἅρπυιαι ἀνηρείψαντο. (ῃερς. 516.) Τὸ δὲ ἔφερεν ἐπὶ πόντον, νῦν μὲν, ἐπὶ θυέλλης

εἶπε. πρὸ βραχέων δὲ, ἐπὶ Ποσειδῶνος, ἐν τῷ, τόν δ' ἐφόρει κατὰ πόντον. ταυτὸν γὰρ

ἐν τούτοις τὸ φέρειν καὶ τὸ φορεῖν. (ῃερς. 517.) ὁ δὲ ῥηθεὶς ἀγρὸς, φασὶν οἱ παλαιοὶ

ὅτι κατὰ τὸν ἱστορικὸν Ἄνδρωνα, ὑφίσταται περὶ Κύθηρα εἶναι, ὅπου φασὶν ἡ τοῦ

Θυέστου οἴκησις. (ῃερς. 517.) Τὸ δὲ ἐφαίνετο νόστος ἀπήμων, ἑρμηνεύει ὁ ποιητὴς

διὰ στίχου ἀκεραίου, τὸ μὲν νόστος, διὰ τοῦ καὶ οἴκαδ' ἵκοντο. (ῃερς. 5.) Τὸ δὲ

ἀπήμων, διὰ τοῦ, ἂψ δὲ θεοὶ οὖρον τρέψαν ἢ στρέψαν, ἀντὶ τοῦ μετήλλαξαν ἀπὸ

θυέλλης εἰς πνεῦμα εὐδιεινόν. ἄλλως γὰρ, ὁ τοῦ Ἀγαμέμνονος νόστος οὐκ ἦν

ἀπήμων. (ῃερς. 521.) Τὸ δὲ πατρίδος αἴης διαλύσας ὁ ποιητὴς εὐθὺς ἰδίᾳ καὶ ἰδίᾳ εἰς

ὀνόματα δύο, ἐπάγει. ἣν πατρίδα. (ῃερς. 522.) Καὶ ἀσπασίως ἴδε γαῖαν. Ἔνθα καὶ ὅρα

ὅτι πατρίδα, τὴν χώραν ἔφη. τῆς γὰρ πατρίδος Μυκήνης πόλεως οὐκ ἔφθη ἐπιβῆναι

ὁ βασιλεύς. διὸ καὶ ἐν τῷ νόστῳ λέγεται ἀπολέσθαι, ὡς μὴ τῆς κυρίως πατρίδος

ἐπιβάς. Τὸ δὲ κύνει, ἀντὶ τοῦ ἐφίλει, ἢ προσεκύνει. κατὰ ἦθος ἀφελές. ὡς εἰ καί τις ἐξ

ἀποδημίας ἐλθὼν, κυνεῖ τοὺς τεκόντας. δῆλον δὲ ὡς ἐκ τοῦ κύω τὸ φιλῶ οὗ χρῆσις

παρ' Ὁμήρῳ ἐν τοῖς μετὰ ταῦτα ὅθεν καὶ ὁ κύων, γίνεται τὸ κυνῶ. ἔστι δὲ σημειῶδες.

δέον γὰρ ὂν βαρύνεσθαι κατὰ τὸ δύω δύνω, θύω θύνω τὰ βραχυπαράληκτα, τὸ δὲ

περιεσπάσθη κατὰ τὸ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, τὰ μακροπαράληκτα. ἤδη δὲ, καὶ κατὰ

τὸ κίω κινῶ. (ῃερς. 524.) Τὸ δὲ ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ἐτυμολογικῶς ἐῤῥέθη.

πλεονάζει δὲ τὸ ˉι ἐν τῇ σκοπιᾷ, καθὰ καὶ ἐν τῇ ὁρμιᾷ καὶ ἀχυρμιᾷ. (ῃερς. 531.) Τὸ δὲ

καθεῖσεν, ὡς ἐκ τροχαϊκοῦ ῥήματος προπερισπᾶται. ὡς γὰρ εὗδε καθεῦδεν, οὕτω τὸ

καθεῖσεν ἐκ τοῦ εἷσεν. ὡς τὸ, εἷσε λόχον. αὐτὸ δὲ, ἐκ τοῦ ἕω τὸ κάθημαι. ὃ

καιριώτατα σύγκειται τῷ λόχῳ, γινομένῳ ἐκ τοῦ λέγεσθαι ὃ δηλοῖ τὸ καθῆσθαι καὶ

κεῖσθαι. διὸ καὶ ὁ λόχος, ἐνέδρα ἑρμηνεύεται διὰ τὴν τοῦ λόχου πρὸς τὰ τοιαῦτα

συγγένειαν. (ῃερς. 525.) Τὸ δὲ Αἴγισθος ἄγων, ἀντὶ τοῦ, ὑπάγων καὶ ὑποκλίνων οἷς

ἐκέλευε. καὶ ἔστιν ἑτεροῖον τοῦ, τὸν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην. ἐκεῖνος γὰρ,

βιαίως ἄγεται. (ῃερς. 528.) Ὅρα δὲ καὶ ὅτι ποιμένα λαῶν ἐν τοῖς ῥηθεῖσιν, οὐ μόνον

τὸν Ἀγαμέμνονα εἶπεν, ἀλλὰ καὶ τὸν Αἴγισθον. εὐφήμως τοῦτον οὕτω προσειπών.

τὸν ἐπίῤῥητον, καὶ οὐ ποιμένα λαῶν. ἢ δὲ λύκον ἢ τύραννον. εἰ μὴ ἄρα φονεύσας

τὸν Ἀγαμέμνονα, εἶτα ἐσχηματίζετο πρᾷος εἶναι. Εἰς δὲ τὴν δαῖτα ἣν ὁ Αἴγισθος

πένεται ὅ ἐστιν ἐνεργεῖ ἐλλοχῶν τῷ Ἀγαμέμνονι, ἔστιν εἰπεῖν ὡς καὶ τοῦτο λεχθείη

ἂν Ἀγαμεμνόνειος δαὶς ἢ τράπεζα παροιμιακῶς, ἐπὶ τῶν ἐπ' ὀλέθρῳ εὐωχουμένων,

ἄλλον τρόπον τοῦτο ἤπερ ὁ Σοφοκλῆς ἱστορεῖ. ἐκεῖνος γὰρ, Ἀγαμεμνόνειον δαῖτα

λέγει, τὴν κατ' ἔτος γινομένην ὅτε τὸν Ἀγαμέμνονα ἔῤῥιψαν οἱ ἀνελόντες αὐτόν.

(ῃερς. 534.) Τὸ δὲ ἀνήγαγε, περισσὴν ἔχει τὴν πρόθεσιν. ἀρκεῖ γὰρ εἰπεῖν, εἰς ὄλεθρον

ἤγαγε. τὸ δὲ εἰπεῖν ὡς ἐφ' ὑψηλόν τινα τόπον ἀναγαγὼν ἐφόνευσεν, ἀμάρτυρόν

ἐστι. (ῃερς. 535.) Τὸ δὲ δειπνίσας, ἴσως γενικῶς ἐῤῥέθη ἀντὶ τοῦ, δαίσας. ὡς καὶ

δειπνολόχη γυνὴ λέγεται, ἡ ἁπλῶς ἐνεδρεύουσα τοῖς βρώμασι. (ῃερς. 536.) Τὸ δὲ

κατέπεφνεν ὡς βοῦν ἐπὶ φάτνῃ, οὐκ ἐπὶ σκώμματι ἀλλὰ πάνυ σεμνῶς ἐῤῥέθη. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

205

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!