18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀλλὰ πόῤῥωθεν ἐβοήθει. περὶ Ἀθηνᾶς δὲ ὁ λόγος. (ῃερς. 330.) Ὅτι τὸ ζαφελῶς

μενεαίνειν, ἐχρῆν μὲν βαρύνεσθαι ὡς ἀπὸ βαρυτόνου ὀνόματος τοῦ ζάφελος, καθὰ

καὶ ἐν Ἰλιάδι γέγραπται. ἐπεκράτησε δὲ ἡ τοῦ Ἀριστάρχου ἐπὶ τῷ περισπασμῷ

ἀρέσκεια. διατί δὲ τῷ Ποσειδῶνι ζαφελῶς μενεαίνοντι κατὰ Ὀδυσσέως ἡ Ἀθηνᾶ οὐκ

ἀντέστη, Εὐριπίδης ἐξ Ὁμήρου κερδήσας, λύει σαφέστερον ἐντῷ κατ' αὐτὸν

Ἱππολύτῳ. ἔνθα ἡ Ἄρτεμις ἔθος εἶναι θεοῖς φησι, μὴ ἀντικαθίστασθαι ἀλλήλοις ὅτέ

τινα βλάπτουσι, κἂν ὁ φίλτατος ἀνθρώπων εἴη. καθὰ καὶ αὐτὴ οὐκ ἀντέπραξε τῇ

Ἀφροδίτῃ ἐφ' οἷς ἐθανάτου τὸν φίλον Ἱππόλυτον. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Η. ΟΜΗΡΟΥ

ΡΑΨΩΙ∆ΙΑΣ. Ναυσικάα εἰς τὴν πόλιν ἀφικνεῖται. καὶ μετ' ὀλίγον ὁ Ὀδυσσεὺς

ἱκετεύει Ἀρήτην Ἀλκινόου τοῦβασιλέως γυναῖκα. καὶ μετὰ τὸ δεῖπνον

πυνθανομένης ὁπόθεν τὴν ἐσθῆτα ἔσχεν, ἐγνώρισε γὰρ αὐτὴν, τὰ συμβάντα αὐτῷ

κατὰ τὸν πλοῦν ἀπὸ τῆς Ὠγυγίας μέχρι τῆς τῶν Φαιάκων γῆς διηγεῖται. Ο∆ΥΣΣΕΙΑΣ

Η. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. (ῃερς. 4.) Ὅτι Ὀδυσσέως εἴσοδος πρὸς Ἀλκίνοον, ἡ παροῦσα

ἐπιγράφεται ῥαψῳδίᾳ. πεζεύει δὲἡ ταύτης καταρχὴ τὴν Ναυσικάαν ἐκ τῆς ἡμιονείας

ἀπήνης. καὶ οἱ κασίγνητοι ἀμφίστανται αὐτὴν, ἀθανάτοις ἐναλίγκιοι, ὅτι καὶ

ἀγχίθεοι ὡς προγέγραπται. ὑπ' ἀπήνης δὲ ἡμιόνους λύουσιν ἐσθῆτά τε εἰσφέρουσιν

ἔσω, τουτέστι τὰ πλυθέντα εἵματα. αὐτὴ δ' ἐς θάλαμον ἤϊε. δαῖε δέ οἱ πῦρ φωτὸς

χάριν γρῆυς ἀπειραίη θαλαμηπόλος Εὐρυμέδουσα. ἥν ποτε ἀπείρηθεν νέες ἤγαγον, ἢ

μάχης νόμῳ, ἢ κατὰ ἐμπορίαν. Ἀλκινόῳ δὲ γέρας ἔξελον, οὕνεκα (ῃερς. 11.) πᾶσι

Φαιήκεσσιν ἄνασσε, θεοῦ δ' ὣς δῆμος ἄκουεν. ἣ τρέφε Ναυσικάαν, καὶ ἑξῆς. Καὶ ὅρα

ὡς φανερῶς ἄνακτα Φαιάκων λέγει τὸν Ἀλκίνοον, εἰ καὶ ἄλλως ἀριστοκρατεῖσθαι

ὡς καὶ προελέχθη, φαίνονται οἱ Φαίακες. καὶ ὅτι ἀγαθὸς βασιλεὺς ὁ Ἀλκίνοος εἴγε

ὡς θεοῦ αὐτοῦ ἤκουον οἱ τοῦ δήμου. (ῃερς. 6.) Τὸ δὲ ἐσφέρειν, διαφέρει πάντως

1.257 τοῦ ἐκφορεῖν. ὡς γοῦν ἐσφόρεον πρὸ τούτων μέλαν ὕδωρ εἰς τὰς πλυνοὺς αἱ

ἀμφίπολοι, οὕτως ἐσφέρουσι καὶ οἱ βασιλικοὶ παῖδες ἐσθῆτα ἔσω. ἐκφορεῖται δὲ

ναῦς. καὶ ἐκφέρεται λόγος, ὁ καὶ ἔκφορος διατοῦτο λεγόμενος. Ἐν δὲ τῷ, Ἀπειραίη

γραῦς οὗ ἑρμηνευτικὸν τὸ Ἀπείρηθεν, σημείωσαι ὅτι ὁ πολλαχοῦ τὴν Φαιακίαν

ἐκτοπίζειν ἐθέλων διὰ τὸ τερατωδέστερον, ἐνταῦθα ἐνέφῃνε τὴν ἀληθῆ θέσιν αὐτῆς.

πλάσας τὴν βασιλικὴν θαλαμηπόλον γραῦν, ἐκεῖθέν ποθεν αἰχμαλωτισθεῖσαν ἐκ τῆς

ἀντιπέραν γῆς, ἰδίως οὕτω καλουμένης Ἠπείρου ὡς καὶ ἐν ἄλλοις ἐγράφη,

ὁμωνύμως τῇ ὅλῃ γῇ. Καὶ ὅρα ὡς οὐ διὰ τοῦ ἦτα Ἤπειρον κατὰ τοὺς ὕστερον ἀλλὰ

διὰ ἄλφα ἔφη Ἄπειρον τὴν ἰδίως οὕτω καλουμένην χώραν. καὶ τὴν ἐξ Ἠπείρου

γραῦν, Ἀπείρηθεν ὁμοίως τῷ ἀθήνηθεν Θήβηθεν. σεμνότερον δὲ τοὔνομα τῇ γραῒ,

τοῦ δε σποινικοῦ. τοιοῦτον γὰρ τὸ Εὐρυμέδουσα πρὸς τὸ Ναυσικάα. (ῃερς. 7.) Τὸ δὲ

πῦρ ἔδαιε, πῦρ ἀνέκαιε κατωτέρω λέγει ἐν τῷ, πῦρ ἀνέκαιε καὶ (ῃερς. 13.) εἴσω

δόρπον ἐκόσμει. τουτέστιν, εὐπρεπῶς ἔταττεν. οὗ ἡ παῦλα, ἀποκοσμεῖν λέγεται, ὡς

δηλοῖ τὸ, ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός. Τὸ δὲ ἐξελεῖν ὅτι ἀντὶ τοῦ δοῦναί

τι ὡς ἐξαίρετον νοεῖται ὡς ἐπὶ πολὺ, ἡ Ἰλιὰς πολλαχοῦ ἐδήλωσε. Φανερὸν δὲ, καὶ ὡς

πᾶν γέρας, κατά τι ἐξαίρετον δίδοται. (ῃερς. 8.) Καὶ ὅτι Ὅμηρος μὲν, Ἄπειρονπρὸς

διαστολὴν τῆς ὅλης γῆς, οἱ δὲ μεθ' Ὅμηρον, Ἤπειρον, τὴν χώραν φασίν. ἀφ' ἧς καὶ ὁ

περιᾳδόμενος Ἠπειρώτης Πύῤῥος. καὶ βόες αἱ Ἠπειρώτιδες. (ῃερς. 15.) Ὅτι

Ὀδυσσέως ἰόντος εἰς τὴν Φαιακων πόλιν, Ἀθήνη πολλὴν ἠέρα χεῦεν, οὐκ ἐπὶ κακῷ

μέντοι, ἀλλὰ φίλα φρονέουσ' Ὀδυσσῆϊ. ἔστι δὲ τοῦτο ἀλληγορικῶς, ἡ προῤῥηθεῖσα

φρόνησις. δι' ἧς περὶ δύναντα ἥλιον γέγονεν ἡ εἰς τὴν πόλιν εἴσοδος τῷ Ὀδυσσεῖ. ὡς

ἂν μή τέ τις Φαιήκων ἀντιβολήσας ἐρωτῴη καὶ κερτομέοι ὡς εἰκὸς ἐπέεσσιν οἷα

νεάνιδι ἀκολουθοῦντα, καὶ ἵνα αἴφνης ἐπιφανεὶς τοῖς βασιλεῦσι, θαυμασθείη. εἰ δέ

τις ἀποροίη πρὸς τὸ Φαιακικὸν φιλόξενον ἀφορῶν, εἰ κέρτομοι οἱ κατὰ Φαιακίαν,

λύσει μετ' ὀλίγα τὸ ἄπορον ὁ ποιητὴς, κατειπὼν τοῦ δήμου κακοξενίαν ὡς τῶν

ἀρίστων μόνων φιλοξένων ὄντων οὐ μὴν καὶ τῶν λοιπῶν. ἐοίκασι γὰρ κατὰ τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

292

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!