18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἅμα ἄεθλοι. καὶ οὐκ ἦν ἔθος τοῖς ἥρωσιν ἀναπαύεσθαι μετὰ βρῶσιν κατὰ τοὺς

ὕστερον, ἐπὶ σιτίων πέψει. (ῃερς. 103.) Ἰστέον δὲ καὶ ὅτι νῦν μὲν τέσσαρας ἠρίθμησεν

ἄθλους ὁ βασιλεύς, προϊὼν δὲ ὁ ποιητὴς πέντε νικητὰς ἐκθήσεται, οἳ πέντε ἄθλους

ἐνίκησαν. ἐρεῖ γάρ. τῶν δὲ, θέειν ὄχ' ἄριστος ἔην Κλυτόνυος ἀμύμων. ἐν δὲ πάλῃ,

Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. ἅλματι δ' Ἀμφίαλος πάντων προφερέστατος

ἦεν. δίσκῳ δ' αὖ, πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς. πύξ δ' αὖ, Λαοδάμας ἀγαθὸς

πάϊς Ἀλκινόοιο. καὶ ἰδοῦ ἐνταῦθα πέντε ἆθλοι προτεθέντος τοῦ δίσκου. καὶ ἴσως

πένταθλον ἦν τοῦτο παρ' αὐτοῖς. Παρὰ μέντοι τοῖς ὕστερον, τὰ τοιαῦτα, οὕτω

μετρικῶς ἀριθμεῖται. ἅλμα. δρόμος. δίσκευμα. κοντός. καὶ πάλη. καὶ ἄλλως δὲ ἐν

ἡρώῳ μέτρῳ, οὕτω ἅλμα ποδὸς, δίσκου τε βολὴ, καὶ ἄκοντος ἐρωὴ, καὶ δρόμος ἠδὲ

πάλη. μία δ' ἔπλετο πᾶσι τελευτή. Σημείωσαι δὲ καὶ ὅτι ἐν Ἰλιάδι ἀγωνοθετήσας ὁ

ποιητὴς, ὤκνησεν ἐνταῦθα τοιούτοις ἐνασχολῆσαι τὴν ἑαυτοῦ Μοῦσαν ἔξω καιροῦ,

διὸ καὶ ἐπιτρέχει αὐτά. οἷα μὴ δὲ ἔχων πιθανῶς καὶ νῦν τοῖς ὅλοις ἐμπλατύνασθαι

ὥσπερ ἐκεῖ. ἵπποι γὰρ, οὐ πάρεισιν, ὥστε οὐδὲ ἱππεῖς ἀγωνίσονται. οἷς δὲ οὐ μέλει

βιὸς οὐδὲ φαρέτρη, οὗτοι οὐδ' ἂν ἥμασι καὶ ὀϊστεύμασιν ἐναθλήσωσι. καὶ οὕτω μὲν

ταῦτα. (ῃερς. 102.) Ὁ δέ γε εἰπὼν ἐνταῦθα βασιλεὺς ὅσον περιγινόμεθ' ἄλλων ἐν

ἄθλοις, ὅτε πειράσεται τοῦ Ὀδυσσέως καὶ ἀκούσει καυχησαμένου καὶ μόνον

παραιτησαμένου τὸν δρόμον, τότε δὴ τὴν ἀλαζονείαν μεθεὶς, ἐρεῖ μήτε πυγμάχους

ἀγαθοὺς εἶναι τοὺς Φαίακας μήτε παλαιστάς. (ῃερς. 103.) Τὸ δὲ περιγινόμεθα,

μακρὰν ἀεὶ ἔχει τὴν ἄρχουσαν τοῦ γινόμεθα ὥσπερ καὶ τὸ γινώσκειν. Τὴν δὲ

παλαισμοσύνην ὥσπερ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα δίχα τοῦ ˉσ παλαιμοσύνην γράφει

φασὶ τὸν Ἀρίσταρχον. (ῃερς. 104.) Ὅτι 1.286 ὁδηγία τυφλοῦ τὸ, ἕλε χεῖρα τοῦ δεῖνος

καὶ ἔξαγεν ἐκ μεγάροιο. ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν, ἥν περ οἱ ἄλλοι. Ὅτι οὐδὲν μὲν

θεάτρου μετὸν τυφλῷ ἀνδρὶ ὥσπερ οὐδὲ κατόπτρου κατὰ τὴν παροιμίαν. ∆ημόδοκος

μέντοι, ἐξάγεται ἔνθα Φαιήκων οἱ ἄριστοι, ἀέθλια (ῃερς. 105.) θαυμανέοντες ὅ ἐστι

θαυμασόμενοι ἢ θεασόμενοι, οὐ μόνον ἀκοῇ κατατρυφήσων τοῦ ἀγῶνος, ἀλλὰ καὶ

οἷον ἀεθλεύσων καὶ αὐτὸς, καὶ τὴν μουσικὴν ἐπιδειξόμενος τέχνην. ᾗ καὶ αὐτῇ,

μάλιστα οἱ Φαίακες διὰ τὸν ∆ημόδοκον ἐναβρύνονται. εἰ δὲ καὶ ἀντίτεχνόν τινα εἶχε

πλάσαι ὁ ποιητὴς τῷ ∆ημοδόκῳ κατὰ τοὺς ὕστερον μουσικῶς ἀγωνιζομένους, οὐκ

ἂν ὤκνησε τοῦτο ποιῆσαι. Τοῦ δὲ θαυμανέοντες τὸ ῥῆμα, θαυμαίνω ἐκ τοῦ θαῦμα.

ὁμοίως τῷ, ὄνομα ὀνομαίνω. εἰσὶ δὲ οἳ καὶ ἐν δυσὶ μέρεσι λόγου γράφουσι θαῦμα

νέοντες ἤγουν εἰς θαῦμα πορευόμενοι οὐκ ἂν δὲ ἐπαινοῖτο ἡ τοιαύτη γραφή. (ῃερς.

109.) Ὅτι πολλὴν ἐναγώνιον ὁμήγυριν φράζει, τὸ βάν δ' ἴμεν εἰς ἀγορήν. ἅμα δ'

ἕσπετο πουλὺς ὅμιλος. μυρίοι. (ῃερς. 110.) ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοὶ,

ἀεθλεύσοντες δηλαδή. Καὶ ὅρα τὸ, πολὺς ὅμιλος. καὶ τὸ, μυρίοι. ἐφερμηνευτικὰ ὄντα

ἀλλήλων. Τὸ δὲ ἀνίστασθαι, οὐ μακράν ἐστι τοῦ ὄρνυσθαι, καὶ τοῦ ὄρεσθαι. διὸ

ἐπάγει. ὦρτο μὲν ὁ δεῖνα καὶ ὁ δεῖνα. (ῃερς. 111.) Ὅτι τὰ πλείω τῶν κατὰ τοὺς

Φαίακας ὀνομάτων, ναυτικά. καὶ τὸ ὅλον εἰπεῖν, ἀπὸ θαλάσσης συναγηγερμένα.

πίστις δὲ τοῦ λόγου, ὁ πρόγονος αὐτῶν Ναυσίθοος. οἱ βασιλικοὶ παῖδες Ἅλιος καὶ

Κλυτόνηος. ἡ τούτων ἀδελφὴ Ναυσικάα, τῇ θαλαμηπόλῳ παραχωρήσασα τοῦ

εὐγενεστέρου καὶ σεμνοτέρου ὀνόματος τοῦ, Εὐρυμέδουσα. ὃ, παρώνυμον

Εὐρυμέδοντος τοῦ τῆς Ναυσικάας πάππου. καὶ οὗτοι μὲν, βασιλικὸν γένος. οἱ δὲ τοῦ

δήμου, Ἀκρόνεως, Ὠκύαλος. Ἐλατρεὺς, παρὰ τὸ ἐλᾶνἐξ οὗ περ οὐ μόνον τὸ

ἐλατρεῖν, ἀλλὰ καὶ τὸ ἐλαστρεῖν ὡς καὶ ἐν Ἰλιάδι φέρεται. Ναυτεύς τε Πρυμνεύς τε

καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς. Ποντεύς τε Πρωρεύς τε. Θόων. ὡς παρὰ τὸ ναῦς θοή.

Ἀναβησίνεώςτε. Ἀμφίαλός τε υἱὸς Πολυνήου τεκτονίδαο. (ῃερς. 116.) Ναυβολίδης

τε, ὃν καὶ ἐπαινῶν, φησίν. ὃς ἄριστος ἔην εἶδός τε δέμας τε μετ' ἀμύμονα

Λαοδάμαντα. τοῦτο δὲ, διττὴν ἀστειότητα ἔχει. μίαν μὲν, ὅτι ἄριστον αἰνίττεται ἐν

τοῖς κατὰ θάλασσαν ἔργοις τὸ τὰς νῆας εὐτυχῶς πλέειν. τοῦτο γὰρ δηλοῖ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

325

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!