18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐνεργείᾳ ἐνταῦθα, προαιρέσει δὲ μόνῃ. ἄλλως γὰρ ἐρεῖ δεδιέναι γούνων ἅψασθαι.

Σημείωσαι δὲ καὶ ὅπως Ὅμηρος τὸν ῥήτορα Ὀδυσσέα, πλάττει ἐκεῖνο εἰπόντα, ὃ καὶ

αὐτὸς ἔφη πρὸ μικροῦ. ἐκεῖνός τε γὰρ ἐν παραβολῇ, Ἀρτέμιδι τὴν κόρην 1.246

εἴκασε, καὶ Ὀδυσσεὺς δὲ ὁμοίως λέγει. (ῃερς. 152.) Φυὴν δὲ καὶ νῦν οἱ παλαιοὶ

λέγουσι, τὴν ἐκ πάντων τῶν τῶν μελῶν ἀναλογίαν. ὃ δὴ κάλλους ἐστὶν ἴδιον. Τὸ δὲ

ἄγχιστα ἐΐσκω, ἀντὶ τοῦ, σχεδὸν ἤτοι ἐγγὺς, οὐ μὴν αὐτόχρημα. οὐ γὰρ ἦν σύγκρισις.

Θάλος δὲ, ὡς ἐπὶ φυτοῦ εἶπε. καὶ ἔστι τοῦτο ἀφορμὴ καὶ ἀρχὴ τῆς ἐφεξῆς πρὸς

φοίνικος ἔρνος συγκρίσεως. ἐπεὶ καὶ ταυτὸν ἔρνος καὶ θάλος. ὁ δέ γε παρὰ τοῖς

ὕστερον θαλλὸς ἐν δυσὶ λάμβδα καὶ ὀξυτόνως, δηλοῖ μὲν καὶ αὐτὸς πᾶν τὸ θάλλον

καθὰ καὶ τὸ θάλος, ἐθέλει δὲ ἔχειν προσθήκην. διὸ κατὰ Αἴλιον ∆ιονύσιον,

προστιθέασιν, ἐλάας ἢ ἄλλου τινός. καὶ θαλλοφόροι δέ τινες ἦσαν ἐν Ἀθήναις.

τοιοῦτοι δὲ ἔν τισιν ἑορταῖς οἱ γεραίτατοι. (ῃερς. 156.) Σημείωσαι δὲ καὶ τὸ, σφίσι

θυμὸς ἰαίνεται λευσσόντων, δοκοῦν σολοίκως ἔχειν, λεύσσουσι γὰρ ὤφειλεν εἰπεῖν.

ἔστι δὲ τοιοῦτον σχῆμα καὶ ἐν τοῖς κατὰ τὸν Κύκλωπα, ὅτε εἴπῃ, ἡμῖν δὲ κατεκλάσθη

φίλον ἦτορ δεισάντων φθόγγον βαρύν. καινοπρεπὲς γὰρ καὶ αὐτό. σόλοικον δὲ, οὐκ

ἄν. Ἰστέον γὰρ ὅτι δυσχερές ἐστι σολοικίσαι τὸν πλαγιάζοντα. χρηστέον δὲ τοιούτοις

σχήμασιν, ὅτε τι συγχέει πάθος τὴν ψυχήν. ὡς ἐνταῦθα μὲν τὸν Ὀδυσσέα τὸ πολὺ

σέβας ὡς αὐτὸς λέγει, τουτέστιν ἡ ἔκπληξις, ἐκεῖ δὲ, τὸ δέος, ὡς δηλοῖ τὸ, δεισάντων.

οὐκ ἔχει γὰρ κρατεῖν τῆς κατ' ὀρθὸν φράσεως ὁ τε ταραγμένος τὴν ψυχήν. Τὸ δὲ

εἰσοιχνεῦσαν, ἄδηλον εἴτε οὐδέτερόν ἐστιν εἴτε θηλυκὴ μετοχὴ ἀντὶ τοῦ,

εἰσοιχνέουσαν. δύναται γὰρ καὶ οὕτω κατὰ σχῆμα Ἀττικόν. Ἀττικίζει γὰρ πάντως ὁ

εἰπὼν ἐνταῦθα, τοιόνδε θάλος, χορὸν εἰσπορευομένην. ταυτὸν ὂν τῷ, τοιάνδε

θαλερὰν κόρην χορεύουσαν. τοιοῦτον δέ τι καὶ τὸ, φίλε τέκνον, ἀντὶ τοῦ, φίλε υἱέ.

Ἰστέον δὲ ὡς δυνατὸν ὂν εἰσοιχνοῦσαν εἰπεῖν κοινότερον, ὅμως ὁ ποιητὴς εἵλετο τὸ

καινότερον ὡς φίλον αὐτῷ καθὰ καὶ ἄλλοι προαιροῦνται. οὕτω ∆ωριεῖς ἐν τῷ,

λεξεῖται ποιησεῖται ἐσσεῖται, μεταθέντες τὴν παρατέλευτον ˉεˉι δίφθογγον εἰς τὴν

ˉοˉυ, παρενθέσει τοῦ ˉν, ποιησοῦντι φασὶ καὶ τελεσοῦντι καὶ ἐσσοῦντι. πᾶς γὰρ

μέλλων καθ' Ἡρακλείδην τοιοῦτος ἐπὶ τρίτου πληθυντικοῦ, ∆ωρικῶς εἰς τὸ τˉι

λήγει τῆς οˉυ διφθόγγου παραληγούσης. οὕτω δὲ καὶ ἐπὶ τοῦ ποιοῦντι ἀντὶ τοῦ

ποιοῦσι καὶ ὀρθοῦντι ἀντὶ τοῦ ὀρθοῦσι καὶ τῶν ὁμοίων θεμάτων τῆς πρώτης καὶ

τρίτης τῶν περισπωμένων. ἔτι δὲ καὶ τῶν μελλόντων. ποιησοῦντι γὰρ καὶ

ὀρθωσοῦντι καὶ τὰ ὅμοια. ἐπὶ μέντοι δευτέρας, διὰ τοῦ ˉα μηκυνομένου καὶ τοῦ ˉν.

γελασοῦντι γὰρ καὶ γελᾶντι. καὶ βοασοῦντι βοᾶντι. ἐπὶ δὲ βαρυτόνων, ἡ ˉοˉν

συλλαβὴ ἐν τούτοις παρατελευτᾷ. οἷον. λέγοντι ἀντὶ τοῦ λέγουσι. καὶ τὰ ὅμοια. τῶν

δ' αὐτῶν ∆ωριέων, καὶ τὸ φρονοῦσι καὶ νοοῦσι, φρονεῦντι λέγειν καὶ νοεῦντι ἐπὶ

περισπωμένων δηλαδή. ἅπερ ἐξάρσει τοῦ ˉν λεγόμενα, Αἰολικά ἐστιν. οἷον.

φρονεῦτι. ἔτι δὲ καὶ εὖτι ἀντὶ τοῦ, εἰσίν. ὅπερ ἄλλως ἐντὶ λέγεται. ∆ώριον ὁμοῦ ὂν

καὶ Αἰολικὸν. ∆ώριον μὲν φησὶ, διὰ τὸ ˉν καὶ τὸ ˉτ. Αἰολικὸν δὲ, διὰ τὴν παράληξιν

τοῦ ˉε. τὰ γὰρ εἰς σˉι περαιούμενα τρίτα πληθυντικὰ θέματα τῇ ˉεˉι διφθόγγῳ

παραληγόμενα, μετατιθέασι τὸ μὲν ἰῶτα εἰς ˉν ∆ωρικᾶς, τὸ δὲ σίγμα εἰς ˉτ. τιθεῖσι

τιθέντι. ἱεῖσιν ἱέντι. οὕτω δὲ καὶ Αἰολικῶς, οἴκεντι φίλεντι, ἤγουν οἰκοῦσι φιλοῦσι.

τοιοῦτον δὲ καὶ τὸ εἰσὶν ὅτε γένοιτο ἐντί. τοιαῦτα ὁ Ἡρακλείδης εἰπών. εἶτα καὶ ὅτι

ἔνιοι ἀκέραιον τὸ εἰσὶ δωριζόμενον ἐντὶ γενέσθαι φασὶν, ἐπάγει ὡς αἰολικεύοντές

τινες αὐτὸ παρατίθενται εἰς πίστιν τὸ, τιθεῖσι τιθέντι καὶ τὰ ὅμοια. Αἰολικὰ ὄντα

ταῦτα δίχα μυρίων ἄλλων. παρὰ τὸ πολλοὺς χαίρειν ταῖς ξενιζούσαις τῶν λέξεων

μᾶλλον ἤπερ ταῖς συνήθεσι. (ῃερς. 158.) Τὸ δὲ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,

τρεῖς ἐπιτάσεις ἔχει, τὸ περˉι, τὸ μακάρτατος. καὶ τὸ ἔξοχον πρὸς ἔνδειξιν πάνυ

πολλῆς μακαριότητος. ὁποία ἡ τοῦ τρισμάκαρος. (ῃερς. 159.) Τὸ δὲ βρίσας, ἀντὶ τοῦ,

νικήσας ἕδνων πλήθει τοὺς ἄλλους μνηστῆρας διὰ τὸ τῆς κόρης δηλαδὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

280

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!