18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κατὰ χρόα καλὸν ἰάπτῃ. (ῃερς. 750.) Εἶτα καὶ συμβουλεύεται τὸ ποιητέον. εἰποῦσα

τοιαῦτα. ἀλλ' ὑδρηναμένη καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα εἰς ὑπερῷ' ἀναβᾶσα, εὔχεο τῇ

Ἀθηνᾷ. (ῃερς. 753.) Ἐφεξῆς δὲ θείαν παριστῶσα δύναμιν, ἐπάγει. ἢ γάρ κεν ἔπειτα

καὶ ἐκ θανάτοιο σαώσαι. ὃ παρῳδηθείη ἂν, ἐπὶ θεοῦ. χρήσιμον ὂν καὶ εἰς ἔπαινον

φρονήσεως ἣν Ἀθηνᾶ αἰνίττεται. Τὸ δὲ ὑδρηναμένη, ἀντὶ τοῦ λουσαμένη διὰ

καθαρότητα. ὡς καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐγράφη. ὅπου καὶ Τηλέμαχος εὔξασθαι

μέλλων, ἐνίψατο. (ῃερς. 751.) Ὅρα δὲ τὰς ἀσυνδέτους κἀνταῦθα μετοχὰς καὶ τὰ

γοργὰ κομματικά. τὸ, ὑδρηναμένη. καθαρὰ εἵματα ἑλοῦσα. εἰς ὑπερῷ' ἀναβᾶσα.

Παραινεῖ δὲ, καὶ σὺν ταῖς ἀμφιπόλοις εὔχεσθαι αἷς καὶ συνέκλαιε. καὶ ποιεῖ οὕτως ἡ

βασίλεια. (ῃερς. 754.) Ὅτι παροιμιῶδές τι καὶ γνωμικὸν τὸ, μὴ δὲ γέροντα κάκου

κεκαμωμένον. Εὐρύκλεια δὲ καὶ τοῦτο λέγει, κωλύουσα σκυλθῆναι τὸν γέροντα

Λαέρτην. οἷα κηδομένη τοῦ παλαιοῦ ὡς ἡ ˉα ῥαψῳδία ἐδήλωσεν, ἐραστοῦ. (ῃερς.

755.) Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ διαδοχῇ γένους ὅτε ὁ πρόγονος δυστυχεῖ τὸ, οὐ γὰρ ὀΐω

πάγχυ θεῷ γονὴν τὴν τοῦ δεῖνος ἔχθεσθαι. ἀλλ' ἔτι ποῦ τις ἐπέσσεται ὅς κεν ἔχῃσι

δώματά θ' ὑψηρεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς. (ῃερς. 756.) Τὸ δὲ ἐπέσσεται, ἀντὶ

τοῦ μετὰ ταῦτα ἔσται. καὶ ὡς εἰπεῖν, ἐπιγενήσεται. ὅθεν καὶ ἐπίγονος ὁ γένους

διάδοχος. (ῃερς. 756.) Ὅτι ἐκ τοῦ ἀρκέω ἀρκέσω τὸ ἐπαρκῶ, ἀρκέσιος, καὶ

πλεονασμῷ, Ἀρκείσιος κύριον ὁ τοῦ Λαέρτου πατήρ. διὸ Ἀρκεισιάδην αὐτὸν ἐνταῦθα

φησίν. οὗ ὁ τύπος, ὅμοιος τῷ, Φημιάδης, ὁ τοῦ Φημίου. Ἡλιάδης ὁ τοῦ Ἡλίου. καὶ

τοῖς τοιούτοις. (ῃερς. 758.) Ὅτι εὔνησε γόον εἰπὼν ἀντὶ τοῦ ἔπαυσε τὸν θρῆνον,

ἐπάγει πρὸς ἑρμηνείαν τὸ, σχέθε δ' ὅσσε γόοιο. ἤτοι τοῦ μετὰ δακρύων θρήνου.

ἄλλως γὰρ, οὐ γοᾶται ὀφθαλμός. ὡς δηλοῖ καὶ τὸ, κλαυθμοῖο γόοιό τε δακρυόεντος.

ἀπὸ δὲ τοῦ εὐνῶ εὐνήσω, παράγωγον τὸ εὐνάζω. ὡς ἐκ τοῦ σκεδῶ τὸ σκεδάζω. καὶ

τοῦ σκιῶ τὸ σκιάζω. (ῃερς. 761.) Ὅτι κατεύξασθαι μέλλουσα τῶν μνηστήρων ἡ

Πηνελόπη, οὐλοχύτας μόνους κανέῳ ἐνέθετο καὶ ηὔχετο τῇ Ἀτρυτώνῃ. καὶ ἀντὶ

βωμοῦ μὲν, τῷ κανῷ καθιεροῖ τὰς κριθὰς. ἀντὶ δέ γε θυσίας ζῴων, χρᾶται τῇ

ἀναμνήσει τῶν ποτὲ θυσιῶν τοῦ ἀνδρός. εἰποῦσα. (ῃερς. 763.) Εἴ ποτέ τι πολύμητις

ἐνὶ μεγάροισιν Ὀδυσσεὺς ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί' ἔκηε, τῶν, νῦν μοι μνῆσαι.

καί μοι φίλον υἷα σάωσον. μνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας. ἐκ

τούτων δὲ δύναται παρῳδία τις γενέσθαι χρησίμη ὅτε τις ὑπερεύχεται υἱοῦ

κινδυνεύοντος ὑπό τινων ἐπιβούλων. (ῃερς. 762.) Ἀτρυτώνη δὲ Ἀθηνᾶ, ἡ ἄτρυτος ὅ

ἐστιν ἀτειρής. ὡς ἀπὸ τοῦ τρέω τρῶ, ἐξ οὗ καὶ τὸ τείρω καὶ τὸ τρύω. ἀφ' οὗ καὶ

τρυτάνη ἐπὶ ζυγοῦ, ἡ τειρομένη τῷ βάρει τῶν ὄγκων. ἀπ' αὐτοῦ δὲ, καὶ τρύμη παρὰ

τῷ κωμικῷ, ὁ πανοῦργος καὶ ἰτητικὸς καὶ κατ' ἐκεῖνον εἰπεῖν, ἴτης ὅ ἐστιν ἰταμός. ἐξ

αὐτοῦ δὲ, καὶ τρύσιππον ὃ τοῖς τετρυμμένοις καὶ ἀχρήστοις ἵπποις ἐπιβάλλεται. ἢ

κατὰ Αἴλιον ∆ιονύσιον, τρυσίππειον τετρασυλλάβως, ἔγκαυμα ἵππου γεγηρακότος,

ἐπὶ τῆς γνάθου ὅμοιον τροχῷ. φέρει δὲ αὐτὸς καὶ χρῆσιν Εὐπόλιδος ταύτην, ἀλλ'

ὥσπερ ἵππῳ μοι ἐπιβαλεῖς τρυσίππειον. ἔοικεν οὖν τὸ εἴτε τρύσιππον εἴτε

τρυσίππειον, θεραπεία ἢ σημεῖον εἶναι γηραιοῦ ἵππου δι' ἐγκαύσεως. ἐκ δὲ τοῦ τρύω,

καὶ ἄτρυτος ἐν πόνοις λέγεται ὃν πόνοι οὐ τείρουσιν. ἐκεῖθεν δὲ καὶ ἡ τρυμαλιὰ ἐκ

τῆς τρύμης παρηγμένη. (ῃερς. 763.) Τὸ δὲ εἴποτέ τοι πολύμητις Ὀδυσσεὺς, καθ' 1.192

ὁμοιότητα ἐσχημάτισται τοῦ, εἴ ποτέ τοι πίονα μηρί' ἔκηα. ὅπερ ἐν Ἰλιάδι ὁ Χρύσης

ηὔξατο. (ῃερς. 767.) Ὅτι εὐχῆς ἐνεργοῦς ἔνδειξις τὸ, ὣς εἰποῦσ' ὀλόλυξε. θεὸς δέ οἱ

ἔκλυεν ἀρῆς. Ὅτι δὲ γυναικεία εὐχὴ λιγύφωνος τὸ ὀλολύζειν, προδεδήλωται. (ῃερς.

768.) Ὅτι ὀλολυζούσης ἐπὶ εὐχῇ τῆς Πηνελόπης ὅ ἐστιν ὡς θέμις γυναικὶ

γεγωνότερον ἀναβοώσης αἰσθόμενοι οἱ μνηστῆρες, ὁμάδησαν. ὧδε δέ τις ἂν εἶπεν.

(ῃερς. 770.) ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια ἀρτύνει. ὃ γάρ τις φασὶ

βούλεται τοῦτο καὶ οἴεται. διὸ καὶ αὐτοὶ γάμον αὐτοῖς ἀρτύεσθαι οἴονται

ἀπατώμενοι. ἐπεὶ μὴ θρηνούσης ἀλλ' εὐχομένης ὡς ἐῤῥέθη τῆς δεσποίνης ἤκουον.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

218

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!