18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃερς. 429.) Ἀγλαὸν δὲ ὕδωρ, ἢ τὸ κρηναῖον καὶ ἀπόῤῥυτον, ἢ τὸ φύσει αἰγλῆεν ὡς

διαφανές. ἐκτείνει δὲ τὸ ὕδωρ ἐνταῦθα τὴν παραλήγουσαν ὡς καὶ ἐν ἄλλοις. ἐν

πολλοῖς δὲ, καὶ συνεσταλμένον εὑρίσκεται. (ῃερς. 431.) Ὅτι σχῆμα γοργὸν τὸ, ἦλθε

μὲν βοῦς ἐκ πεδίου. ἦλθον δὲ Τηλεμάχου ἕταροι. ἦλθε δὲ χαλκεύς. ἦλθε δ' Ἀθήνη.

ἔχει δὲ ταῦτα, καὶ κάλλος διὰ τὰς ἐπαναφορὰς τοῦ ἐλθεῖν. καλὸν δὲ καὶ ἡ ἐπιμονὴ

τῆς αὐτῆς λέξεως. (ῃερς. 433.) Χαλκεὺς δὲ, ὁ πρὸ βραχέων χρυσοχόος, κατὰ ὄνομα

γενικόν. ἀπὸ τοῦ πρώτου φανέντος μετάλλου. διὸ καὶ ὁ Ἥφαιστος, χαλκεὺς ἐλέγετο.

καὶ χαλκεύειν τὸ οἱανοῦν ἐλατὴν ὕλην σφύρᾳ παίειν. καὶ τὰ εἰς αὐτὸ δὲ ὅπλα,

χαλυήϊα λέγει. καὶ πείρατα τέχνης. ὅ ἐστι περατωτικά. δι' ὧν ἡ χαλκευτικὴ 1.137

τέχνη περατοῦται. ἃ καὶ ὀνομάζων, φησίν. ἄκμονά τε σφῦράν τε, εὐποίητόν τε

πυράγρην. οἷσίν τε 1.137 χρυσὸν εἰργάζετο. ἤγουν καὶ τὰ, οἷς ἐχώνευεν, ἃ καὶ εἰπεῖν

ἔχων ἐν μιᾷ λέξει χόανα, ὅμως ἐπίτηδες περιέφρασεν. (ῃερς. 436.) Ὅτι δὲ τὴν

πυράγραν καὶ χαλκευτικὸν καρκίνον οἱ παλαιοὶ ἔλεγον, οὐκ ἄδηλον. Ἰστέον δὲ ὡς

πρὸς ὁμοιότητα τοῦ πυράγρα, καὶ ἡ κρεάγρα παρῆκται. ἡ δέ γε χειράγρα καὶ ἡ

ποδάγρα, ἑτεροίως ἔχει. (ῃερς. 433.) Σημείωσαι δὲ ὅτι χαλκεὺς, καὶ ὄνομά ἐστιν

ἰχθύος ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ ἐν οἷς λέγει ὅτι ἰχθὺς, ἡ χαλκίς. οἷον. χαλκίδες

τὰς καλέουσι καὶ σαρδίνους. αὐταὶ δὲ καὶ χαλκιδικαὶ ὀνομάζονται. διάφοροι φησὶν

οὖσαι πρὸς τοὺς χαλκέας, οἳ ἐν τῇ τῶν Κυζικηνῶν χώρᾳ, περιφερεῖς εἶναι λέγονται

καὶ κυκλοειδεῖς. (ῃερς. 436.) Τὸ δὲ ἦλθε δ' Ἀθήνη, τὸ τῆς θυσίας εὔλογον δηλοῖ. ὡς

οἷς μὲν ὁ Ἀγαμέμνων ἔθυε καὶ οἷς ὁ Αἴγισθος, μὴ ἐξὸν ὂν προσχεῖν τὸ θεῖον. ἐνταῦθα

δὲ εἰς τὸ καλὸν, ἐλθούσης τῆς Ἀθηνᾶς. παρὰ δὲ τοῖς παλαιοῖς, κεῖται καὶ ταῦτα. οἱ

ἀρχαῖοι εἰδότες μὲν ἀκάθεκτον τὴν ἐπὶ τὰς ἀπολαύσεις ὁρμὴν προθέμενοι δὲ

κοσμίως ἐθίζειν ταύταις χρῆσθαι τοὺς τότε, χρόνους ἀφορίσαντες, καὶ θυσίας

προθύσαντες, καὶ τὸ θεῖον ἀνθρωποειδὲς ὑποστησάμενοι, οὕτω μεθῆκαν ἑαυτοὺς εἰς

ἄνεσιν. ἵνα ἕκαστος ἡγούμενοι θεοὺς ἥκειν ἐπὶ τὰς ἀπαρχὰς καὶ σπονδὰς, αἰδοῖ τὴν

συνουσίαν ποιῶνται. Ὅμηρος οὖν φησὶν, ἦλθε δ' Ἀθήνη ἱρῶν ἀντιόωσα. καὶ Ζεὺς

χθιζὸς ἔβη μετὰ δαῖτα. κἂν ἄνθρωπος δέ που παρῇ τῇ προαιρέσει σπουδαῖος,

αἰδοῦνται ἀσχημονεῖν. ὡς δηλοῖ καὶ Ἐπίχαρμος εἰπών. ἀλλὰ καὶ σιγῆν ἀγαθὸν ὄκκα

παρέοντι κάῤῥοντες. ἤγουν σιγᾶν ἀγαθόν ἐστιν ὅτε πάρεισί τινες κρείττονες. ἤγοντο

τοίνυν αἱ ἑορταὶ κοσμίως, οἷα θεῶν αὐταῖς παρόντων. διὸ οὔτε κατεκλίνοντο ἀλλὰ

δαίνυνθ' ἑζόμενοι, οὔτε εἰς μέθην ἔπινον. ἀλλὰ πιόντες καὶ σπείσαντες ὅσον ἤθελε

θυμὸς, ἔβαν οἶκονδε ἕκαστος. οἱ δὲ νῦν ὅτε θύουσι, καταρῶνται. λοιδοροῦνται.

πλήττουσιν. ἀπειλοῦσι. μονονουχὶ λέγοντες, ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν

Ἄρηα. (ῃερς. 437.) Ὅτι ὥσπερ ὁ ἱππότης ἀσυντελὴς ἐδείχθη πρὸ ὀλίγων εἰς μέτρον

διὰ τὸ ἀμφίμακρον, οὕτω καὶ τὸ ἱππηλάτης οὐκ εὐχρηστεῖται εἰς μέτρον δακτυλικὸν,

διὸ ἱππηλάτα φησὶν αὐτὸ ὁ ποιητής. οἷον. γέρων ἱππηλάτα Νέστωρ. ὅπερ ὅμοιον τῷ,

Γερήνιος ἱππότα Νέστωρ. (ῃερς. 441.) Ὅτι ἐν τῷ, χέρνιβα δὲ ἐν ἀνθεμόεντι λέβητι

ἦλθε φέρων ὁ δεῖνα ἑτέρῃ δ' ἔχεν οὐλὰς ἐν κανέῳ, ἔοικε μὲν λέγειν λέβητα, τὴν

πρόχοον, ἤτοι τὸν ἰδιωτικῶς λεγόμενον ξέστην, περιέχοντα χέρνιβα, ὅ ἐστιν ὕδωρ

κατὰ χειρῶν. τόδ' ἐστὶν, οὐχ' οὕτως ἔχον. ἀρέσκει γὰρ τοῖς παλαιοῖς λέβητα

κἀνταῦθα νοεῖν, τὸ καθ' ἡμᾶς χερνίβιον. ἐντὸς δὲ αὐτοῦ κεῖσθαι τὴν πρόχοον,

φέρουσαν χέρνιβα. ὁ μέντοι ποιητὴς ἀπὸ μέρους τὸ πᾶν δηλῶσαι θελήσας, χέρνιβα

μὲν εἶπε, τουτέστι τὸ περιεχόμενον ὕδωρ. τὸ δὲ περιέχον ἐσίγησεν ἤγουν τὴν

πρόχοον. ἀλλαχοῦ δὲ ἐντελέστερον φράζων, ἔφη. χέρνιβα δ' ἀμφίπολος προχόῳ

ἐπέχευε φέρουσα. (ῃερς. 442.) Οὕτω καὶ οὐλὰς μετ' ὀλίγα εὐθὺς τοὺς οὐλοχύτας

καλεῖ κατὰ ἁπλότητα, ἐκ μέρους τῶν οὐλῶν ὅ ἐστι κριθῶν, δηλώσας τὸ πᾶν

ὑποκατιὼν δὲ, καὶ συνθέτως προφέρει τὴν λέξιν ἐν τῷ, οὐλοχύτας προβάλοντο. καὶ

οὐλοχύτας κατήρχετο. περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 441.) Ἀνθεμόεις δὲ λέβης ὡς καὶ

ἐν Ἰλιάδι, ὁ ἀναθεματικὸς ἢ ἀνθηρός. καὶ ζητητέον ἐκεῖ. (ῃερς. 443.) Ὅτι διασκευὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

156

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!