18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οἱ Αἰγύπτιοι. ὅθεν αἰγυπτιάσαι καὶ αἰγυπτιάζειν, οὐ μόνον τὸ ἐπικαῦσαι. οἷον. χρόαν

δὲ τὴν σὴν ἥλιος λάμπων φλογὶ αἰγυπτιάσει, ἀλλὰ καὶ τὸ πανουργεῖν καὶ

κακοτροπεύεσθαι, ὡς ὁ κωμικός φασι Κρατῖνος δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ,

Αἰγυπτίους ἐπαληθεὶς, τινὲς τὸ ἐπαληθεὶς, εἰς δύο μέρη λόγου διαλύσαντες, νοοῦσιν

ὅτι ἐπὶ τοὺς Αἰγυπτίους τοὺς ἀληθεῖς. τοῦτο δὲ, διὰ τὴν ἐκείνων μαντικήν. ἐφ' ᾗ

γεγόνασι περίπυστοι. ἔοικε δὲ χαίρειν ὁ Μενέλαος τῇ ἀληθείᾳ. οὗ καὶ ὁ οἰκεῖος

θεράπων, Ἐτεωνεὺς ὡς προείρηται παρὰ τὸ ἐτεὸν καλούμενος. ἀφ' οὗ καὶ Ἐτεωνὸς

κύριον. οὗ πόλις ὁμώνυμος ἐν Βοιωτίᾳ ἡ Ἐτεωνός. ὡς ἐοικέναι ὅτι καθὰ πομπὸς

πομπεύς. οἷον θεοὶ πομπῆες ἕποντο. (ῃερς. 84.) Οὕτω καὶ Ἐτεωνὸς Ἐτεωνεύς. καὶ

οὕτω μὲν ταῦτα. Εἰς δὲ τὸ, Αἰθίοπας ἱκόμην καὶ Σιδονίους, λέγει ὁ γεωγράφος καὶ ὅτι

τοὺς ἐν τῷ Περσικῷ κατά τινας κόλπῳ, λέγει. ὧν ἄποικοι οἱ περὶ ἡμᾶς. ὡς καὶ

Τυρίους τινὰς ἐκεῖθεν ἱστοροῦσι καὶ Ἀραδίους. ὧν ἄποικοι φησὶν οἱ παρ' ἡμῖν. ἤγουν

οἱ ἐκ τῆς καθ' ἡμᾶς Τύρου καὶ Ἀράδου. ∆ῆλον δὲ ὅτι εἰς τοὺς νωτίους Αἰθίοπας

ἐλθὼν ὁ Μενέλαος εἴγε καὶ εἰς τοὺς Ἐρεμβοὺς ἦλθε. μέρος γὰρ ἐκείνων οἱ Ἐρεμβοὶ,

πολλῷ πρότερον εἰς τοὺς λοιποὺς Αἰθίοπας ἀφίκετο οὓς ὁμόρους Αἰγυπτίοις

Ἡρόδοτος ἱστορεῖ. παρ' οἷς δηλαδὴ τοῖς Αἰγυπτίοις, καὶ διαφερόντως τιμηθῆναι

δοκεῖ ὁ Μενέλαος. εἴγε καὶ οἱ Λακεδαιμόνιοι οὕτω τίμιοι περὶ τὰ ἐκεῖ γεγόνασιν,

ὥστε καθ' Ἡρόδοτον ἐν Αἰγύπτῳ οἱ ἐγχώριοι νεώτεροι, μόνοις Ἑλλήνων

Λακεδαιμονίοις τοῖς πρεσβυτέροις συντυγχάνοντες, ὁδοῦ τε εἴκουσι καὶ ἐκτρέπονται.

καὶ ἐπιοῦσιν, ἐκ τῆς ἕδρης ἀνίστανται. Ἐνθυμητέον δ' ἐν τούτοις, καὶ τὸν γράψαντα

τὸ, Αἰθίοπες οἱ ὑπὲρ Αἰγύπτου καὶ Ἄραβες. καὶ προσεννοητέον ἀκολούθως τοῖς

προγραφεῖσιν, ὡς οὐ μόνον εἰς τούτους τοὺς Ἄραβας καὶ Αἰθίοπας τοὺς ἡμῶν

ἐγγυτέρω ἐπλανήθη Μενέλαος, ἀλλὰ καὶ εἰς τοὺς βαθυτάτους, ὧν μέρος οἱ Ἐρεμβοί.

λέγει δὲ ὁ γεωγράφος, καὶ ὅτι πλησιαίτεροι ἦσαν ταῖς Αἰγυπτίαις Θήβαις οἱ τότε ὅροι

τῶν Αἰθιόπων. καὶ ὁ εἰς Θήβας ἀφιγμένος, οὐ πόῤῥω ἦν Αἰθιόπων. καὶ ὅτι Μενέλαος

πρὸς Αἰθίοπας ἦλθε κατὰ μέν τινας, περιπλεύσας τὸν Ὠκεανὸν διὰ τῶν Γαδείρων

μέχρι τῆς Ἰνδικῆς. οἱ δὲ, πλησίον Αἰγύπτου εἶναι φασὶ τούς τε Ἄραβας καὶ τοὺς

Αἰθίοπας εἰς οὓς ἐκεῖνος ἐπλανήθη. ὁ δ' αὐτὸς γεωγράφος παραμυθούμενος καὶ τὰς

ἐν τοῖς τοιούτοις ἀμφιβολίας, λέγει ὅτι οὔτε ὁ ποιητὴς ἕκαστα ἀκριβῶς ἐπύθετο, οὔθ'

ἡμεῖς παρ' ἐκείνου ζητοῦμεν τὸ ἀκριβές. Ἰστέον δὲ καὶ ὅτι τὸ θηλυκὸν τοῦ Αἰθίοψ,

ἰδιωτικῶς μὲν, Αἰθιόπισσα. ἄλλως δὲ περιφραστικῶς, ἡ ἐξ Αἰθιόπων. λέγεται δὲ καὶ

ὁμοφώνως τῷ ἀρσενικῷ κατὰ τοὺς παλαιούς. Αἰθίοπα γοῦν φασι φωνὴν Αἰσχύλος

λέγει καὶ, πότερα γυνή τις Αἰθίοψ φανήσεται; οὕτω δέ φασι καὶ ἄλλα ἐξ ἀῤῥενικῶν

ἐπὶ θηλυκὰ μεταφέρονται. ὡς τὸ Κίλιξ δὲ χώρα καὶ Σηρῶν ἐπιστροφαί. καὶ Ὅμηρος.

θεαὶ δ' ἐπιποιμένες εἰσί. καὶ Φερεκράτης. ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας

σωτῆρας. καὶ Σοφοκλῆς. τύχῃ γε τῷ σωτῆρι. καὶ Θουκυδίδης. αἳ ἔτυχον φύλακες τῆς

Μιλήτου. καὶ Ἀριστοφάνης. μετὰ τῆς γραμματέως συγγράψομαι. καὶ τοιαῦτα μὲν καὶ

τὰ περὶ Αἰθιόπων. περὶ ὧν καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ διείληπταί τι. Σιδονίους δὲ νοοῦσι

τινὲς ὡς καὶ πρὸ ὀλίγων εἴρηται, οὐ τοὺς τὴν παράλιον Συρίαν οἰκοῦντας. ἀλλά

τινας, ἐντεῦθεν εἰς τὴν Ἐρυθρὰν μετοικήσαντας. ἢ ὧν Ἐρυθραίων 1.150 ὄντων, οἱ

κατὰ Φοινίκην ταύτην ἄποικοι. Ἀλέξανδρον μὲν γάρ, φασιν, ἔδει παραπλεῦσαι

ταύτην τὴν Σιδῶνα μετὰ τὴν ἁρπαγὴν τῆς Ἑλένης ἐπίτηδες περιοδεύοντα. Μενέλαον

δὲ οὔτε εἰκὸς ἦν πλανηθῆναι περὶ τήνδε τὴν Φοινίκην, καὶ οὐδὲ εὖ ἔχει πρὸς

ἀλληλουχουμένην ἁρμονίαν χωρογραφίας, τὸ Αἰγυπτίους Αἰθίοπάς τε καὶ Σιδονίους

καὶ Ἐρεμβοὺς, εἰ τοὺς Σιδονίους ἀποσπάσαντες Αἰθιόπων καὶ Ἐρεμβῶν, εἰς τὴν νῦν

Σιδώνα ἐξώσομεν. δοκεῖ γὰρ φυλάττειν εὔτακτον ἀκολουθίαν τοπογραφικὴν καὶ

ὧδε ὁ ποιητὴς ἐν τῷ, Αἰθίοπας καὶ Σιδονίους καὶ Ἐρεμβοὺς, βαθυτέρους ὄντας.

ὥσπερ καὶ ἐν τῷ, Ὄσσαν ἐπ' Ὀλύμπῳ μέμασαν θέμεν. αὐτὰρ ἐπ' Ὄσσῃ, Πήλιον. καὶ

ἐν τῷ, Ἥρα δὲ ἔλιπεν Ὄλπον. περίην δ' ἐπιβᾶσα καὶ ἠμαθίην ἐρατεινὴν, ἵκετ' ἐπὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

170

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!