18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐνταῦθα καρδίαν σιδηρέην ἔφη, δοκῶν εἰς ταυτὸν ἄγειν τὸ ἦτορ τῇ καρδίᾳ. Ἰστέον

δὲ ὅτι κρατερὰς χεῖρας εἰπόντος Μενελάου τὰς τοῦ Ὀδυσσέως, ὡς πρὸς αὐτό φησιν ὁ

Τηλέμαχος τὸ, κραδίην σιδηρέην. μονονουχὶ λέγων, ὡς οὐ μόνον ὤνησεν εἰ

κρατερόχειρ ἦν ἐκεῖνος, ἀλλ' οὐδὲ εἰ σιδηροκάρδιος. (ῃερς. 294.) Ὅτι προτρεπτικὸν

εἰς ἀνάπαυσιν, τὸ, ἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεθ' ἡμέας. ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ

γλυκερῷ ταρπώμεθα κοιμηθέντες. Καὶ ὅρα καὶ νῦν τὸ τράπετε καὶ τὸ ταρπώμεθα,

κάλλός τι ποιοῦντα τῇ παραθετικῇ παρηχήσει. (ῃερς. 297.) Ὅτι τὸ τῶν βασιλικῶν

ξένων παρὰ Μενελάῳ στρῶμα, οὕτω καθίσταται. δέμνι' ὑπ' αἰθούσῃ θέμεναι.

στορέσαιτ' ἐφύπερθε τάπητας. καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβαλέειν. χλαίνας τ'

ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. εἰ δὲ ὁ ποιητὴς μετὰ τὰ δέμνια ἐπάγει τὸ,

ῥήγεα ἐμβαλεῖν, εἶτα τὸ, στορέσαι τάπητας, κατὰ τρόπον ὑστερολογίας τοῦτο ποιεῖ.

ὑπόκεινται γὰρ τοῖς ῥήγεσιν οἱ τάπητες ὡς ἡ ἐτυμολογία δηλοῖ ἐν ἄλλοις ῥηθεῖσα.

παρὰ τὸ πατεῖσθαι γὰρ γίνονται. εἰ δ' ἴσως τὰ ῥήγεα οὐ καλά ποτε λαμπρότεροι δὲ οἱ

τάπητες, τότε στορεσθεῖεν ἂν τὰ ῥήγεα ὑπὸ τοὺς τάπητας, ὅπερ ἐνταῦθα οὐκ ἂν εἴη.

καλὰ γὰρ τὰ ῥήγεα ὄντα καὶ πορφύρεα, οὐκ ἂν κρύπτοιντο ὑπὸ τοὺς τάπητας. Τίς δὲ

ἡ αἴθουσα καὶ τὰ ῥήγεα καὶ οἱ τάπητες καὶ αἱ οὖλαι χλαῖναι, 1.167 δεδήλωται

ἀλλαχοῦ. (ῃερς. 302.) Ἰστέον δὲ ὅτι στορέσασθαι δέμνια αἱ δμωαὶ, οὐκέτι πάρεισι τοῖς

ξένοις. ἀλλ' αὐτοὺς μὲν ἐξάγει κήρυξ. αὐτοί δ' ἐν προδόμῳ δόμου κοιμῶνται. (ῃερς.

300.) Καὶ ὅρα ὡς καλὸν σχῆμα τὸ ἐν προδόμῳ δόμου ὡς καὶ ἀνωτέρω τὸ, ὑπ' αἰθούσῃ

θέμεναι καὶ χλαίνας ἐνθέμεναι. καὶ ὅτι πρόδομον λέγει, τὴν αἴθουσαν. Ἐν τούτοις

δὲ, καὶ τὸ ἐκ λαμπάδων ἤτοι δᾴδων φῶς, δάος λέγει. εἰπὼν, δάος μετὰ χερσὶν

ἔχουσαι. ὡς εἴ τις εἴποι φάος. (ῃερς. 304.) Ὅτι ταυτὸν τὸ καθεύδειν καὶ τὸ λέγεσθαι

ἀφ' οὗ τὸ λέκτρον. φησὶ γοῦν. Ἀτρείδης δ' ἐκάθευδε. πὰρ δ' Ἑλένη τανύπεπλος

ἐλέξατο. (ῃερς. 305.) Τανύπεπλον δέ φασι λέγει, τὴν εὐτραφῆ καὶ πλήθουσαν.

τετανυσμένου γὰρ οὕτω τοῦ σώματος, ἀνάγκη συνεσχηματίσθαι καὶ τὸν πέπλον.

ἄλλως μέντοι τὸ τανύπεπλον, βαρβαρικὸν εἶναι φησί. καὶ ἴσως, οὐ κωλύει ἐκ

τοιούτων ἥκουσαν τὴν Ἑλένην, τοῖς ἐκείνων εἰσέτι παραμένειν ἔθεσιν. (ῃερς. 312.)

Ὅτι πρὸ ὀλίγων εἰπὼν ὁ Μενέλαος ὡς δείπνου πασαμένους ἐρωτήσει τοὺς ξένους, ὁ

δὲ, τῇ ὁμιλίᾳ παρασυρεὶς καὶ ἐκλαθόμενος, ἕωθεν ἐρωτᾷ, οὕτως. τίπτε δέ σε χρειὼ

δεῦρ' ἤγαγε Τηλέμαχ' ἥρως ἐς Λακεδαίμονα δῖαν; δήμιον ἢ ἴδιον; οὐκ ἐρωτᾷ δὲ τοὺς

δύο, ἢ ἐπεὶ ἔγνω μηδὲν ἔργον ἔχειν εἰς αὐτὸν τὸν Νεστορίδην. Τηλεμάχου δὲ χάριν

ἐλθεῖν. Ὅρα δὲ ὅτι τὸ χρειὼ ἐνδεξάμενος ὡς ταυτὸν τῷ χρέος οὐδετέρῳ ὀνόματι,

πρὸς αὐτὸ συνέταξεν Ἀττικῶς τὸ τίπτε, καὶ τὸ δήμιον ἢ ἴδιον, τουτέστι δημόσιον ἢ

ἰδιωτικόν σου τὸ πρὸς ἐμὲ χρέος. τοῦτο γὰρ ἡ χρειώ. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν

τὸ τί ποτέ σε χρειὼ ἤγαγεν εἰς Λακεδαίμονα, καὶ ἐντελῶς εἴρηται καὶ σαφῶς. ὅτε δέ

που ὡς καὶ ἐν Ἰλιάδι, αὐτὸ κεῖται μόνον τὸ, τίπτε δέ σε χρειὼ, ὑποδύσκολόν ἐστι διὰ

τὸ, ἢ ἀντιπτωτικῶς εἰρῆσθαι ἢ ἐλλειπτικῶς. καὶ ἐλλειπτικῶς μὲν, ἐπειδὴ καὶ ῥῆμα

λείπει ἐκεῖ καὶ ἔννοια τοπική. ἵνα λέγῃ, τίπτε δέ σε χρειὼ ἤγαγεν εἰς τόνδε τόπον,

ἀντιπτωτικῶς δέ, διότι ἔστι νοῆσαι τὴν ˉσˉε αἰτιατικὴν ἀντωνυμίαν, ἀντὶ τοῦ σοί.

ἵνα ᾖ, τί ποτέ σοι χρεία. εἰς ὅπερ χρησιμεύει καὶ Αἰσχύλου τὸ, αὐτόν σε δεῖ

προμηθέως. ἤγουν αὐτῷ σοι χρεία ἐστὶ προμηθεύσασθαι. ἴσως δὲ ὕπεστι κἀνταῦθά

τις ἔλλειψις κατὰ πρόθεσιν. οἷον. τί ποτε εἰς σὲ χρεία. Τὸ δὲ ἐς Λακεδαίμονα, ταυτὸν

τῷ, ἐς Σπάρτην. κατὰ τὸ, πέμψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον. (ῃερς. 317.) Ὅτι τὸ ἐν

ἄλλοις περὶ Ὀδυσσέως κλέος, κληηδόνα ἐνταῦθα φησί. λέγει γάρ.ἤλυθον εἴ τινά μοι

κληηδόνα πατρὸς ἐνίσποις. Καὶ ἔστι ταυτὸν κλέος καὶ κλῃδὼν καὶ κληηδών. ὧν

ἑρμηνεία, ἡ φήμη καὶ ἡ ὄσσα καὶ ἡ ὀμφὴ καὶ ὁ μαντικὸς λόγος. ἐπειδὴ ἐκ τοῦ κλέος

τὸ κλεΐζω. ἀπ' αὐτοῦ δὲ κατὰ ἔκτασιν, τὸ κληΐζω. καὶ ἐν συναιρέσει, κλῄζω. ὡς χρέος

χρηΐζω καὶ χρῄζω. ἡ δὲ χρῆσις τοῦ κλῄζειν, παρά τε ἄλλοις, καὶ παρὰ τῷ κωμικῷ, ἐν

τῷ, κλῇσον τὴν πόλιν ταύτην. διὸ ἀπὸ τοῦ κλῄζω ἡ κληδών. ἀπὸ δὲ αὐτοῦ, ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

190

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!