18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τὰ δὲ παρῳχημένα, ὡς ἤδη τεθεαμένα, ἔμπροσθεν γενέσθαι λογίζονται. (ῃερς. 224.)

Ὅτι ὥσπερ Ὑψιπύλη Ὑψιπύλεια, Περσεφόνη Περσεφόνεια, οὕτω καὶ Πηνελόπη

Πηνελόπεια. καὶ Βερονίκη δὲ Βερονίκεια παρ' Ἡροδότῳ. παράγονται δὲ ὁμοίως καὶ

ἄλλα πολλά. Ὅτι τοῖς ἀτάκτως μεθ' ὕβρεωςεὐωχουμένοις καὶ πολυτελῶς,

ἐπιλεχθήσεται ἂν τὸ, τίς δαὶς τίς δὲ ὅμιλος ὅδε. εἰλαπίνη ἠὲ γάμος. ἐπεὶ οὐκ ἔρανος

τάδε γ' ἐστίν. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι δαίνυσθαι. νεμεσήσαιτό

κεν ἀνὴρ σώφρων αἴσχεα πόλλ' ὁρόων ὃς πινυτός γε μετέλθοι. ἤγουν ὃς φρονῶν

συνέλθοι αὐτοῖς. ὁ γάρ τοι κατ' αὐτοὺς ἄφρων, οὐκ ἂν νεμεσήσαιτο. (ῃερς. 226.)

Ἰστέον δὲ ὅτι κατὰ τρεῖς μάλιστα τρόπους συνέλθοιεν ἂν πολλοὶ ἐπὶ εὐωχίᾳ, ἤγουν

ἐν εἰλαπίνῃ. ἐν γάμῳ, καὶ ἐν ἐράνῳ. καὶ ὁ μὲν ἔρανος, κόσμιον, καὶ οὐδὲ πολυτελὲς,

ἀλλὰ καὶ φειδωλῶς ἤσθιον ὡς τὰ πολλὰ οἱ ἐρανισταὶ, ὡς ἂν ἴδιον ἐσθίοντες

ἕκαστος. ἔστι δὲ ἔρανος, ἡ ἀπὸ κοινῆς συμβολῆς ἤγουν καταβολῆς καὶ δαπάνης,

πολλῶν τινῶν εὐωχία. ὡς καὶ Ἡσίοδος. ἐκ κοινοῦ, πλείστη τε χάρις δαπάνη τ'

ὀλιγίστη. εἰ μὴ ἄρα ποτὲ ἀφνειός τις συντελοίη τὸν ἔρανον, ἀσύμβολον δεῖπνον

καθίζων οἷς ἐθέλει, τότε γὰρ πολυτελὴς ἔσται καὶ αὐτός. ὥς που καὶ ὁ ποιητὴς

ἐμφαίνει ἐν τῷ, καθὰ σύες ἐν ἀφνειοῦ ἀνδρὸς ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαμπίνῃ

σφαζόμενοι· καὶ τοιοῦτος μὲν ὁ ἔρανος. ὁ δὲ γάμος, δῆλον ὅτι ὁμίλου ἐστὶ

συνέλευσις ἐπὶ νυμφίων συναρμογῇ. ἡ δὲ εἰλαπίνη, εὐωχία ἐστὶ καὶ αὐτὴ πολυτελής,

ἐν ᾗ κατὰ εἴλας ὡς οἱ παλαιοὶ γράφουσιν ἢ ὁμοῦ εἰλούμενοι πολλοὶ, ἔπινον.

χαίροντος δηλαδὴ τοῦ δειπνοκλήτωρος. ὁ μέντοι Ἀθήναιος, ἐκ τοῦ λάπτειν τὴν

λέξιν ἐτυμολογεῖ διὰ τὸ λαπτικὸν τῆς τοιαύτης λαμπρᾶς παρασκευῆς καὶ διάπανον.

λαφύττειν γάρ φησι καὶ λαπάξειν ὥσπερ καὶ ἀλαπάζειν κατὰ πλεονασμὸν τοῦ ˉα, τὸ

ἐκκενοῦν καὶ ἀναλίσκειν ἐστίν. ὅθεν καὶ τὰ διαρπαζόμενα ἐν τῷ ἀλαπάζεσθαι ἤγουν

πορθεῖσθαι πόλιν, λάφυρα λέγεται παρὰ τὴν λάφυξιν. λάπτειν δέ φησι, καὶ τὸ

γίνεσθαι λαγαρόν τινα, ἐκπεττομένης καὶ κενουμένης τῆς τροφῆς. ὅ περ ἡ γαστὴρ

πάσχει καὶ διὰ βοτάνης λαπάθου. γινομένης καὶ αὐτῆς ἀπὸ τοῦ λάπτειν. ὅθεν καὶ ἡ

λαπάρα. ὡς καὶ ἀπὸ τοῦ λαγαροῦ ἡ λαγών. οἱ δὲ ταῦτα λέγοντες, παραπηγνύουσιν

ἐνταῦθα καὶ ὅτι τὸ δαπανᾶν τὸ ἀπὸ τοῦ δάπτειν γινόμενον, τοῦ δαψιλοῦς ἔχεται

καθὰ καὶ τὸ λάπτειν. διὸ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων, καὶ τὸ δάψαι

τίθεται, καὶ τὸ ἐξ αὐτοῦ παράγωγον, τὸ δαρδάψαι. τὰ τοίνυν κατὰ τοὺς μνηστῆρας,

ἐράνῳ μὲν οὐκ ἐοίκασιν. οὐδὲ γὰρ ἔχουσιν οὔτε εὐτελὲς οὔτε κόσμιον καὶ σεμνὸν, ἃ

δὴ δοκεῖ ἔχειν ὁ ἔρανος. γάμος δὲ οὐκ ἔοικεν εἶναι. ποῦ γὰρ οἱ νυμφίοι καὶ ὅσα

γάμου ἴδια; λείπεται ἄρα εἰλαπίνη εἶναι. καὶ μὲν, οὐδὲ τοῦτο. ὁ γὰρ τῆς εἰλαπίνης

ἐπιστατῶν Τηλέμαχος, οὐ χαίρει τοῖς γινομένοις, ἀλλ' αἰτιᾶται τοὺς συμπότας, διότι

ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ἐπεὶ οὖν οὔτε γάμος τελεῖται οὗ οἱ μνηστῆρες

ἐφίενται, οὔτε εἰλαπίνη. ἔρανον δὲ οὐκ ἄν τις 1.53 οὐδὲ νομίσοι τὸ γινόμενον, ὕβρις

ἄρα ἐστὶ τὸ συμπόσιον τοῦτο. καὶ ὑβρισταὶ οἱ τοῦτο τελοῦντες. διὸ καὶ ἐπάγει

συλλογιστικῶς ἡ Ὁμηρικὴ Ἀθηνᾶ. ὥστε μοι ὑβρίζοντες ὑπερφιάλως δοκοῦσι

δαίνυσθαι. Σημείωσαι οὖν ὅτι καὶ τὸ εἰλαπίνη ἠὲ γάμος βαρέως ἠρώτησεν ὁ ξένος

καὶ οὐχ' ὡς ἀληθῶς ἀπορῶν, ἔγνω γὰρ ὡς οὔτε εἰλαπίνη οὔτε γάμος, ὥσπερ οὐδὲ

ἔρανος. δαὶς ἄρα ὑβριστική. γένος γὰρ τῶν τοιούτων ἡ δαὶς καὶ τὸ δαίνυσθαι, καθὰ

μετ' ὀλίγα εὐθὺς ῥηθήσεται. Τὸ δὲ ὑβριστὰς εἶναι τοὺς μνηστῆρας, δηλοῖ καὶ ὁ εἰπὼν

ὅτι τὸ μὲν τῶν μνηστήρων συμπόσιον ἦν οἷον ἂν γένοιτο νεανίσκων, μέθαις καὶ

ἔρωσιν ἀνακειμένων. τὸ δὲ τῶν Φαιάκων, εὐσταθέστερον μὲν τούτων, φιλήδονον

δέ. (ῃερς. 225.) Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι ὥσπερ τῆς δαιτὸς παρώνυμον ∆αίτων

κύριον καὶ ∆αίτης, οὕτω καὶ ἐκ τοῦ κερᾶν καὶ τοῦ εἰλαπινάζειν, ἦν τις Κεράων καὶ

Εἰλαπιναστὴς κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν. εἰπόντος ὅτι ἐν τῇ Λακωνικῇ που

λέγεται ἱδρύσθαι ἥρωας, ∆αίτωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φειδιτίοις

ποιούντων μάζας διακόνων καὶ κεραννύντων οἶνον. καὶ παρὰ Τρωσὶ δέ φασι,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

60

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!